TLG 4100 001 :: APHTHONIUS :: Progymnasmata

APHTHONIUS Rhet.
(Antiochenus: A.D. 4/5)

Cf. et ANONYMI IN APHTHONIUM (5045)
Cf. et Joannes ARGYROPULUS (4237)
Cf. et JOANNES Sardianus Rhet. (4157)
Cf. et Joannes DOXAPATRES (3027)

Progymnasmata

Source: Rabe, H. (ed.), Aphthonii progymnasmata [Rhetores Graeci 10] Leipzig: Teubner, 1926: 1–51.

Citation: Volume — page — (line)

10

.

1

(1t)

ΑΦΘΟΝΙΟΥ ΣΟΦΙΣΤΟΥ
2tΠΡΟΓΥΜΝΑΣΜΑΤΑ
3tΙ. 〈ΠΕΡΙ ΜΥΘΟΥ.〉
4Ὁ μῦθος ποιητῶν μὲν προῆλθε, γεγένηται δὲ καὶ
5ῥητόρων κοινὸς ἐκ παραινέσεως. Ἔστι δὲ μῦθος λόγος ψευδὴς εἰκονίζων ἀλήθειαν. Καλεῖται δὲ Συβαριτικὸς καὶ Κίλιξ καὶ Κύπριος, πρὸς τοὺς εὑρόντας αὐτὸν μεταθεὶς τὰ ὀνόματα· νικᾷ δὲ μᾶλ‐ λον Αἰσώπειος λέγεσθαι τῷ τὸν Αἴσωπον ἄριστα πάν‐
10των συγγράψαι τοὺς μύθους. Τοῦ δὲ μύθου τὸ μέν ἐστι λογικόν, τὸ δὲ ἠθικόν, τὸ δὲ μικτόν· καὶ λογικὸν μέν, ἐν ᾧ τι ποιῶν ἄνθρωπος πέπλασται, ἠθικὸν δὲ τὸ τῶν ἀλόγων ἦθος ἀπομιμού‐ μενον, μικτὸν δὲ τὸ ἐξ ἀμφοτέρων, ἀλόγου καὶ λογικοῦ.
15Τὴν δὲ παραίνεσιν, δι’ ἣν ὁ μῦθος τέτακται, προτάτ‐1

10

.

2

των μὲν ὀνομάσεις προμύθιον, ἐπιμύθιον δὲ τελευταῖον ἐπενεγκών.
3tἨθικὸς μῦθος ὁ τῶν τεττίγων καὶ τῶν μυρμήκων
4tπροτρέπων τοὺς νέους εἰς πόνους.
5 Θέρους ἦν ἀκμὴ καὶ οἱ μὲν τέττιγες μουσικὴν ἀνε‐ βάλλοντο σύντονον, τοῖς μύρμηξι δὲ πονεῖν ἐπῄει καὶ συλλέγειν καρπούς, ἐξ ὧν ἔμελλον τοῦ χειμῶνος τραφή‐ σεσθαι. χειμῶνος δὲ ἐπιγεγονότος μύρμηκες μὲν οἷς ἐπόνουν ἐτρέφοντο, τοῖς δὲ ἡ τέρψις ἐτελεύτα πρὸς
10ἔνδειαν. Οὕτω νεότης πονεῖν οὐκ ἐθέλουσα παρὰ τὸ γῆρας κακοπραγεῖ.
13t〈ΠΕΡΙ ΔΙΗΓΗΜΑΤΟΣ.〉
14Διήγημά ἐστιν ἔκθεσις πράγματος γεγονότος ἢ ὡς
15γεγονότος. Διενήνοχε δὲ διήγημα διηγήσεως ὡς ποιήσεως ποίημα· ποίησις μὲν γὰρ πᾶσα ἡ Ἰλιάς, ποίημα δὲ ἡ τῶν Ἀχιλ‐ λέως ὅπλων κατασκευή. Τοῦ δὲ διηγήματος τὸ μέν ἐστι δραματικόν, τὸ δὲ
20ἱστορικόν, τὸ δὲ πολιτικόν· καὶ δραματικὸν μὲν τὸ πε‐ πλασμένον, ἱστορικὸν δὲ τὸ παλαιὰν ἔχον ἀφήγησιν, πολιτικὸν δὲ ᾧ παρὰ τοὺς ἀγῶνας οἱ ῥήτορες κέχρηνται.
Παρέπεται δὲ τῷ διηγήματι ἕξ· τὸ πρᾶξαν πρόσωπον,2

10

.

3

τὸ πραχθὲν πρᾶγμα, χρόνος καθ’ ὅ, τόπος ἐν ᾧ, τρόπος ὅπως, αἰτία δι’ ἥν. Ἀρεταὶ δὲ διηγήματος τέσσαρες· σαφήνεια, συντομία, πιθανότης καὶ ὁ τῶν ὀνομάτων ἑλληνισμός.
5tΔιήγημα τὸ κατὰ ῥόδον, δραματικόν.
6 Ὁ τὸ ῥόδον θαυμάζων τοῦ κάλλους τὴν τῆς Ἀφρο‐ δίτης λογιζέσθω πληγήν. ἤρα μὲν γὰρ ἡ θεὸς τοῦ Ἀδώ‐ νιδος, ἀντήρα δὲ καὶ ὁ Ἄρης αὐτῆς, καὶ τοῦτο ἡ θεὸς ὑπῆρχεν Ἀδώνιδι, ὅπερ Ἀφροδίτῃ Ἄρης ἐτύγχανε. θεὸς
10ἤρα θεοῦ καὶ θεὸς ἐδίωκεν ἄνθρωπον· πόθος ὅμοιος, κἂν τὸ γένος διήλλαττε. ζηλοτυπῶν δὲ ὁ Ἄρης τὸν Ἄδω‐ νιν ἀνελεῖν ἠβούλετο, λύσιν ἔρωτος τὸν Ἀδώνιδος ἡγη‐ σάμενος θάνατον. καὶ πλήττει μὲν Ἄρης τὸν Ἄδωνιν. μαθοῦσα δὲ τὸ ποιηθὲν ἡ θεὸς ἀμύνειν ἠπείγετο, καὶ
15κατὰ σπουδὴν ἐμβαλοῦσα τῷ ῥόδῳ ταῖς ἀκάνθαις προσέ‐ πταισε, καὶ τὸν μὲν ταρσὸν τοῦ ποδὸς περιπείρεται, τὸ δὲ καταρρεῦσαν αἷμα τοῦ τραύματος τὴν τοῦ ῥόδου χροιὰν εἰς τὴν οἰκείαν ὄψιν μετέθηκε, καὶ τὸ ῥόδον τὴν ἀρχὴν λευκὸν γεγονὸς εἰς ὃ νῦν ὁρᾶται μετῆλθεν.
20t〈ΠΕΡΙ ΧΡΕΙΑΣ.〉
21Χρεία ἐστὶν ἀπομνημόνευμα σύντομον εὐστόχως ἐπί
τι πρόσωπον ἀναφέρουσα.3

10

.

4

Χρειώδης δὲ οὖσα προσαγορεύεται χρεία. Τῆς δὲ χρείας τὸ μέν ἐστι λογικόν, τὸ δὲ πρακτικόν, τὸ δὲ μικτόν· καὶ λογικὸν μὲν τὸ τῷ λόγῳ δηλοῦν τὴν ὠφέλειαν, οἷον ὁ Πλάτων τοὺς τῆς ἀρετῆς κλῶνας ἱδρῶτι
5καὶ πόνοις ἔλεγε φύεσθαι· πρακτικὸν δὲ τὸ πρᾶξιν ση‐ μαῖνον, οἷον Πυθαγόρας ἐρωτηθείς, ὅσος ἂν εἴη τῶν ἀνθρώπων ὁ βίος, βραχύ τι φανεὶς ἀπεκρύψατο, μέτρον τοῦ βίου τὴν θέαν ποιούμενος· μικτὸν δὲ τὸ ἐξ ἀμφο‐ τέρων, λόγου καὶ πράξεως, οἷον Διογένης μειράκιον ἑω‐
10ρακὼς ἀτακτοῦν τὸν παιδαγωγὸν ἔπαισεν ἐπειπὼν ‘τί γὰρ τοιαῦτα παιδεύεις;‘ Ἡ μὲν οὖν διαίρεσις αὕτη τῆς χρείας· ἐργάσαιο δὲ αὐτὴν τοῖσδε τοῖς κεφαλαίοις· ἐγκωμιαστικῷ, παραφρα‐ στικῷ, τῷ τῆς αἰτίας, ἐκ τοῦ ἐναντίου, παραβολῇ, παρα‐
15δείγματι, μαρτυρίᾳ παλαιῶν, ἐπιλόγῳ βραχεῖ.
16tΧρεία λογική· Ἰσοκράτης τῆς παιδείας τὴν μὲν
17tῥίζαν ἔφη πικράν, γλυκεῖς δὲ τοὺς καρπούς.
18 Θαυμάσαι δίκαιον Ἰσοκράτην τῆς τέχνης, ὃς ὄνομα αὐτῇ κατεφάνη λαμπρότατον, καὶ ὅση τις ἦν, ἀσκῶν
20ἐπεδείξατο, καὶ κηρύττει τὴν τέχνην, οὐκ αὐτὸς ἐκ ταύ‐4

10

.

5

της κεκήρυκται. ὅσα μὲν τοίνυν ἢ βασιλεῦσι νομοθετῶν ἢ παραινῶν τοῖς καθ’ ἕκαστον τὸν τῶν ἀνθρώπων εὖ πεποίηκε βίον, μακρὸν ἂν εἴη διεξελθεῖν, ἀλλ’ οἷα περὶ τῆς παιδείας ἐφιλοσόφησεν.
5 ‘Ὁ παιδείασ‘, φησίν, ‘ἐρῶν πόνων μὲν ἄρχεται, πόνων δὲ ὅμως τελευτώντων εἰς ὄνησιν‘. καὶ ἃ μὲν ἐφιλοσό‐ φησε, ταῦτα· τοῖς δὲ ἐφεξῆς θαυμασόμεθα. Οἱ γὰρ παιδείας ἐρῶντες τοῖς τῆς παιδείας ἡγεμόσι συνεξετάζονται, παρ’ οἷς καὶ τὸ προσελθεῖν φοβερὸν καὶ
10τὸ διαλιπεῖν ἀμαθέστατον· φόβος ἀεὶ τοῖς παισὶ περι‐ γίνεται καὶ παροῦσι καὶ μέλλουσι. διδασκάλους παιδα‐ γωγοὶ διαδέχονται, φοβεροὶ μὲν ἰδεῖν, αἰκιζόμενοι δὲ φοβερώτεροι· φθάνει τὴν πεῖραν τὸ δέος καὶ διαδέχε‐ ται τὸ δέος ἡ κόλασις· καὶ τὰ μὲν ἁμαρτήματα τῶν
15παίδων μετέρχονται, οἰκεῖα δὲ τὰ κατορθώματα κρί‐ νουσι. τῶν παιδαγωγῶν οἱ πατέρες εἰσὶ χαλεπώτεροι, τὰς ὁδοὺς ἀνακρίνοντες, προελθεῖν ἐπιτάττοντες καὶ τὴν ἀγορὰν ὑποπτεύοντες· κἂν δέῃ κολάζειν, ἀγνοοῦσι τὴν φύσιν. ἀλλ’ ἐν τούτοις ὢν ὁ παῖς εἰς ἄνδρας ἐλθὼν
20ἀρετῇ περιστέφεται. Εἰ δέ τις ταῦτα φοβούμενος φεύγει μὲν τοὺς διδασκά‐ λους, ἀποδράσει δὲ τοὺς πατέρας, τοὺς δὲ παιδαγωγοὺς ἀποστραφείη, παντελῶς τῶν λόγων ἐστέρηται καὶ μετὰ
τοῦ δέους τοὺς λόγους ἀφῄρηται. ταῦτα δὴ πάντα τὴν5

10

.

6

Ἰσοκράτους ἔπεισε γνώμην πικρὰν ὀνομάσαι τῆς παιδείας τὴν ῥίζαν. Ὥσπερ γὰρ οἱ γῆν ἐργαζόμενοι πόνῳ μὲν τῇ γῇ τὰ σπέρματα καταβάλλουσι, τοὺς δὲ καρποὺς ἡδονῇ μείζονι
5συγκομίζονται, τὸν αὐτὸν τρόπον οἱ παιδείας ἀντι‐ ποιούμενοι πόνῳ τὴν εἰς ἔπειτα δόξαν εἰλήφασι. Τὸν Δημοσθένους ὅρα μοι βίον, παντὸς μὲν ὄντα φιλοπονώτερον ῥήτορος, γεγονότα δὲ παντὸς εὐκλεέστε‐ ρον· καὶ γὰρ τοσοῦτον αὐτῷ σπουδῆς περιῆν, ὡς καὶ
10τὸν κόσμον παραιρεῖσθαι τῆς κεφαλῆς, κόσμον ἄριστον τὸ ἐξ ἀρετῆς ἡγησάμενον· καὶ πόνοις ἀνάλωσεν, ἃ πρὸς ἡδονὰς ἀναλίσκουσιν ἕτεροι. Διὸ θαυμάσαι τὸν Ἡσίοδον δεῖ τραχεῖαν εἰπόντα τῆς ἀρετῆς τὴν ὁδόν, τὴν δὲ ἄκραν ῥᾳδίαν, τὴν αὐτὴν Ἰσο‐
15κράτει γνώμην φιλοσοφήσαντα· ὃ γὰρ Ἡσίοδος ὁδὸν ἀπεφήνατο, Ἰσοκράτης ῥίζαν ἐκάλεσεν, ἐν διαφόροις ὀνόμασι μίαν ἀμφότεροι δηλοῦντες διάνοιαν. Πρὸς ἃ δεῖ βλέποντας Ἰσοκράτην θαυμάζειν κάλλιστα
περὶ τῆς παιδείας φιλοσοφήσαντα.6

10

.

7

(1t)

〈ΠΕΡΙ ΓΝΩΜΗΣ.〉
2 Γνώμη ἐστὶ λόγος ἐν ἀποφάνσεσι κεφαλαιώδης ἐπί τι προτρέπων ἢ ἀποτρέπων. Τῆς δὲ γνώμης τὸ μέν ἐστι προτρεπτικόν, τὸ δὲ ἀπο‐
5τρεπτικόν, τὸ δὲ ἀποφαντικόν, καὶ τὸ μὲν ἁπλοῦν, τὸ δὲ συνεζευγμένον, τὸ δὲ πιθανόν, τὸ δὲ ἀληθές, τὸ δὲ ὑπερβολικόν. καὶ προτρεπτικὸν μὲν ὡς «χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν», ἀποτρεπτικὸν δὲ ὡς
10 «οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα», ἀποφαντικὸν δὲ ὡς «δεῖ δὲ χρημάτων, καὶ ἄνευ τούτων οὐδὲν ἔστι γενέσθαι τῶν δεόντων». καὶ ἁπλοῦν μὲν ὡς «εἷς οἰωνὸς ἄριστος· ἀμύνεσθαι περὶ πάτρης», συνεζευγμένον δὲ ὡς
15 «οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω», πιθανὸν δὲ ὡς «τοιοῦτός ἐστιν ἕκαστος, οἷσπερ ἥδεται ξυνών», ἀληθὲς δὲ ὡς
«οὐκ ἔστιν εὑρεῖν βίον ἄλυπον οὐδενί»,7

10

.

8

ὑπερβολικὸν δὲ ὡς «οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο.» Ἡ μὲν οὖν διαίρεσις αὕτη τῆς γνώμης· ἐργάσαιο δ’ αὐτὴν τοῖς τῆς χρείας κεφαλαίοις, ἐγκωμιαστικῷ, παρα‐
5φραστικῷ, τῷ τῆς αἰτίας, ἐκ τοῦ ἐναντίου, παραβολῇ, παραδείγματι, μαρτυρίᾳ παλαιῶν, ἐπιλόγῳ βραχεῖ. Διενήνοχε δὲ ἡ χρεία τῆς γνώμης τῷ τὴν μὲν χρείαν εἶναί ποτε πρακτικήν, τὴν δὲ γνώμην ἀεὶ λογικήν, καὶ τῷ τὴν μὲν χρείαν δεῖσθαι προσώπου, τὴν δὲ γνώ‐
10μην ἀπροσώπως ἐκφέρεσθαι.
11tΓνώμη προτρεπτική·
12«Χρὴ πενίην φεύγοντα καὶ ἐς μεγακήτεα πόντον ῥιπτεῖν καὶ πετρῶν, Κύρνε, κατ’ ἠλιβάτων.» Κατηγορεῖσθαι τὴν ποίησιν οὐκ ἀφῆκεν ὁ Θέογνις,
15ἀντὶ τῶν μύθων ἀσκήσας παραίνεσιν. ὁρῶν γὰρ ποιητὰς τὸ μυθολογεῖν περὶ πολλοῦ ποιουμένους, τοὺς μύθους ἀφεὶς ὑποθήκας ὡς χρὴ ζῆν ἐν τῷ μέτρῳ συνήγαγεν, ἅμα τοῦ μέτρου τὴν χάριν τηρῶν καὶ τῆς ὑποθήκης ἐπεισφέρων τὸ κέρδος. καὶ πολλῶν μὲν ἄν τις ἐπαινέσει
20τὸν Θέογνιν, μάλιστα δὲ ὧν περὶ τὴν πενίαν ἐφιλοσόφησε. Καὶ τί φησιν; ‘ὁ πενίᾳ συζῶν ἀγαπάτω πεσεῖν, ὡς
ἄμεινον τοῦ βίου προαπελθεῖν ἢ τὸν ἥλιον αἰσχύνης8

10

.

9

κτήσασθαι μάρτυρα.‘ καὶ ἃ μὲν ἐφιλοσόφησε, τάδε· πάρεστι δὲ ἰδεῖν ὡς καλῶς. Ὁ γὰρ πενίᾳ συζῶν πρῶτον μὲν ἐν παισὶν ὢν ἀρετὴν οὐκ ἀσκεῖ, προϊὼν δὲ εἰς ἄνδρας πάντα πράξει τὰ χαλε‐
5πώτατα· πρεσβεύων μὲν γὰρ τὴν πατρίδα χρημάτων προήσεται, δημηγορῶν δὲ πρὸς ἀργύριον φθέγξεται, καὶ δικάζειν λαχὼν δωροδοκήσει ταῖς ψήφοις. Οὐ μὴν οἱ πενίας ἀπηλλαγμένοι τοιοῦτοι· παῖδές τε γὰρ ὄντες ἀσκοῦσι τὰ κάλλιστα, καὶ προϊόντες εἰς ἄνδρας
10πάντα δρῶσι περιφανῶς, χορηγοῦντες μὲν παρὰ τὰς ἑορ‐ τάς, ἐν δὲ ταῖς μάχαις εἰσφέροντες. Ὥσπερ δὲ οἱ δεσμῷ κατειλημμένοι δεινῷ τὸν δεσμὸν ἔχουσι τοῦ ποιεῖν κώλυμα, τὸν αὐτὸν τρόπον οἱ πενίᾳ συζῶντες τὴν ἀπορίαν τῆς παρρησίας ἐμποδὼν ἀπει‐
15λήφασι. Σκόπει τὸν Ἶρον, ὃς Ἰθάκης μὲν εἷς ἐγεγένητο, τὴν αὐτὴν δὲ τοῖς ἄλλοις πολίταις οὐ μετελάμβανεν ἄδειαν, ἀλλὰ τοσοῦτον αὐτῷ τῆς ἐνδείας προσῆν, ὡς μεταθεῖναι τῇ πενίᾳ τὴν κλῆσιν· Ἀρναῖος γὰρ τὴν ἀρχὴν προσκλη‐
20θεὶς Ἶρος μετωνομάζετο, τὴν ἐπωνυμίαν ἐκ τοῦ διακο‐ νεῖν κομισάμενος. Καὶ τί δεῖ τὸν Ἶρον εἰπεῖν; ἀλλ’ Ὀδυσσεὺς ὁ τῆς Ἰθάκης κρατῶν, ἐπειδὴ τῆς αὑτοῦ γῆς ἐπιβὰς πενίαν ἐσχηματίζετο, τῶν τῆς πενίας κακῶν μετ‐
ελάμβανεν, οἴκοι βαλλόμενος κἀκ τῶν θεραπαινίδων9

10

.

10

παροινούμενος. οὕτω πενία καὶ μέχρι τοῦ δοκεῖν ἐστι χαλεπή. Διὸ θαυμάσαι τὸν Εὐριπίδην με δεῖ κακὸν τὸ μὴ ἔχειν εἰπόντα, τὴν δὲ εὐγένειαν ἀδύνατον εἶναι τὴν πενίαν
5μεταβαλεῖν. Ὥστε πῶς ἔνεστι κατ’ ἀξίαν θαυμάσαι τὸν Θέογνιν τοιαῦτα περὶ τῆς πενίας φιλοσοφήσαντα;
8t〈ΠΕΡΙ ΑΝΑΣΚΕΥΗΣ.〉
9Ἀνασκευή ἐστιν ἀνατροπὴ προκειμένου τινὸς πράγ‐
10ματος. Ἀνασκευαστέον δὲ τὰ μήτε λίαν σαφῆ μήτε ἀδύνατα παντελῶς, ἀλλ’ ὅσα μέσην ἔχει τὴν τάξιν. Δεῖ δὲ ἀνασκευάζοντας πρῶτον μὲν εἰπεῖν τὴν τῶν φησάντων διαβολήν, εἶτα ἐπιθεῖναι τὴν τοῦ πράγματος
15ἔκθεσιν, καὶ κεφαλαίοις χρήσασθαι τοῖσδε· πρῶτον μὲν ἀσαφεῖ καὶ ἀπιθάνῳ, πρὸς τούτοις ἀδυνάτῳ καὶ ἀνακο‐ λούθῳ καὶ ἀπρεπεῖ, καὶ τελευταῖον ἐπάγειν ἀσύμφορον. Τὸ δὲ προγύμνασμα τοῦτο πᾶσαν ἐν ἑαυτῷ περιέχει τὴν τῆς τέχνης ἰσχύν.
20tἈνασκευή· ὅτι οὐκ εἰκότα τὰ κατὰ Δάφνην.
21Ποιηταῖς μὲν ἀντερεῖν ἄλογον, αὐτοὶ δὲ πρὸς αὑτοὺς
ἀντιλέγειν ἐπαίρουσιν, εἰς θεοὺς πρότεροι λογοποιοῦντες10

10

.

11

τοιαῦτα. πῶς οὖν οὐκ ἄλογον θεῶν μὲν αὐτοὺς μηδένα ποιήσασθαι λόγον, ἡμᾶς δὲ λόγον ἔχειν τῶν ποιητῶν; πάντων μὲν οὖν ἤλγουν ἐγὼ προπηλακιζομένων θεῶν, Ἀπόλλωνος δὲ μᾶλλον, ὃν ἡγεμόνα τῆς οἰκείας αὐτοὶ
5πεποίηνται τέχνης· οἷα γὰρ περὶ τῆς Ἀπόλλωνος με‐ μυθολογήκασι Δάφνης. Δάφνη, φησί, Γῆς προῆλθε καὶ Λάδωνος, καὶ τὴν ὄψιν τῶν πολλῶν διαφέρουσα ἐραστὴν ἑαυτῆς ἐποιεῖτο τὸν Πύθιον· ὃ δὲ ἐρῶν μὲν ἐδίωκε, διώκων δὲ οὐχ ᾕρει,
10ἀλλ’ ἡ Γῆ τὴν παῖδα δεξαμένη ἄνθος ὁμώνυμον τῆς κόρης ἀνέδωκε· καὶ μεταβεβλημένην ἐστεφανώσατο, καὶ τὸ φυτὸν στέφανος εἰς Πύθιον τὸν τρίποδα διὰ πόθον τὸν ἐπὶ κόρῃ θνητῇ προτιθέμενος καὶ τὸ βλάστημα γνώ‐ ρισμα ποιεῖται τῆς τέχνης. καὶ ἃ μὲν μεμυθολογήκασι,
15τάδε· πάρεστι δὲ ἔλεγχον λαβεῖν ἐκ τῶν ἐφεξῆς. Δάφνη Λάδωνος προῆλθε καὶ Γῆς· τίνα τοῦ γένους ἔχουσα πίστιν; ἣ μὲν γὰρ ἄνθρωπος, οἳ δὲ φύσιν ἄλλην παρὰ ταύτην ἐκτήσαντο. Πῶς δὲ ὁ Λάδων συνάπτεται Γῇ; ἐπικλύζων τοῖς ὕδασιν; οὐκοῦν ἅπαντες οἱ ποταμοὶ
20Γῆς ἄνδρες ἐπονομάζονται· πάντες γὰρ αὐτὴν ἐπικλύ‐ ζουσιν. Εἰ δὲ ποταμοῦ προελήλυθεν ἄνθρωπος, ὥρα καὶ
ποταμὸν ἐξ ἀνθρώπων ἐλθεῖν· διαδοχαὶ γὰρ δηλοῦσι11

10

.

12

τοὺς φύσαντας. Τί δὲ γάμον ποταμοῦ τε καὶ γῆς ὀνομά‐ ζουσι; τῶν αἰσθανομένων ὑμέναιος, ἡ δὲ γῆ τῶν αἰσθα‐ νομένων οὐ πέφυκεν. Ἢ τοίνυν τὴν Δάφνην λογιστέον ἐν ῥεύμασιν ἢ τὸν Λάδωνα θετέον εἰς ἄνθρωπον.
5 Ἀλλ’ ἤτω, συγκεχωρήσθω τοῖς ποιηταῖς γενέσθαι τὴν Δάφνην Γῆς τε καὶ Λάδωνος. ἡ παῖς τεχθεῖσα παρὰ τίσιν ἐτρέφετο; κἂν γὰρ συγχωρήσω τὴν γέννησιν, ἡ τροφὴ προῆλθεν ἀδύνατος. ποῦ γὰρ ἡ παῖς εἶχε τὴν δίαιταν; ‘νὴ Δία παρὰ τῷ φύσαντι.‘ καὶ τίς ἀνθρώπων
10ἐν ποταμῷ φέρει τὴν δίαιταν; ἐλάνθανεν ὁ πατὴρ ἀπο‐ πνίγων τοῖς νάμασιν ἢ τρέφων τοῖς ῥεύμασιν. ‘ἀλλ’ ὑπὸ γῆν ἡ παῖς διῃτᾶτο παρὰ τὴν φύσασαν.‘ οὐκοῦν ἐλάν‐ θανε καὶ θεατὴν οὐκ εἶχε λανθάνουσα· ἧς δὲ τὸ κάλλος ἐκρύπτετο, πόθος γένεσιν οὐκ ἐδέχετο.
15 Βούλει καὶ τοῦτο συγκεχωρήσθω τοῖς ποιηταῖς. πῶς ἤρα θεὸς καὶ πόθῳ τὴν φύσιν ἐψεύδετο; ἔρως τῶν ὄντων τὸ χαλεπώτατον, καὶ θεοῖς μαρτυρεῖν ἀσεβὲς τὰ δεινό‐ τατα· εἰ μὲν γὰρ πάντα νοσοῦσι θεοί, τί θνητῶν ἔτι διοίσουσιν; εἰ δὲ τὸ δεινότατον ἔρωτα φέρουσι, τί τῶν
20πολλῶν ἠλλοτρίωνται τὸ χαλεπώτερον φέροντες; ἀλλ’ οὔτε τὸ πάθος οἶδεν ἡ φύσις οὔτε ὁ Πύθιος ἐραστὴς
κατεφαίνετο.12

10

.

13

Πῶς δὲ διώκων τὴν κόρην ὁ Πύθιος θνητῆς ἐγένετο δεύτερος; ἄνδρες γυναικῶν ὑπερέχουσι, καὶ γυναῖκες θεῶν μεῖζον εἰλήφασι; τὸ θνητοῖς ἐλαττούμενον καὶ θεοὺς ὑπερέβαλε; Τί δὲ ἡ μήτηρ τὴν κόρην ἐδέχετο
5φεύγουσαν; τῶν φαύλων ὁ γάμος; καὶ πῶς αὐτὴ μήτηρ ἐγένετο; ἀλλὰ τῶν ἀγαθῶν; καὶ τί τὴν παῖδα τῶν καλῶν ἀπεστέρησεν; Ἢ τοίνυν μήτηρ οὐ γέγονεν ἢ γενομένη φαύλη νομίζεται. Τί δὲ τοῖς οἰκείοις ἔργοις ἡ Γῆ διεμάχετο; ἐλύπει τὸν
10Πύθιον σῴζουσα, καὶ τὸν αὐτὸν πάλιν ἐψυχαγώγει παράγουσα; ψυχαγωγεῖν οὐκ ἐχρῆν, εἰ λυπεῖν ἐβούλετο. Τί δὲ ὁ θεὸς ἐστεφανοῦτο τὸ δένδρον παρὰ τοὺς τρί‐ ποδας; ἡδονῆς τὸ βλάστημα γέγονε σύμβολον, ἀρετῆς δὲ μαντεία τεκμήριον δείκνυται· πῶς οὖν συνῆψεν ὁ
15Πύθιος, ἃ μὴ πέφυκε μίγνυσθαι; τί δαί; θνητὴ μὲν ἡ πρόφασις, τὸ δὲ πάθος ἀθάνατον; Πέρας ἔστω τῶν ποιητῶν, μὴ κατὰ ποιητὰς δόξω φθεγγόμενος.
19t〈ΠΕΡΙ ΚΑΤΑΣΚΕΥΗΣ.〉
20 Κατασκευή ἐστι προκειμένου τινὸς βεβαίωσις πράγ‐ ματος. Κατασκευαστέον δὲ τὰ μήτε λίαν σαφῆ μήτε ἀδύνατα παντελῶς, ἀλλ’ ὅσα μέσην ἔχει τὴν τάξιν. Δεῖ δὲ κατασκευάζοντας τοῖς ἐναντίοις χρήσασθαι τῆς
25ἀνασκευῆς καὶ πρῶτον μὲν εἰπεῖν εὐφημίαν τοῦ φήσαν‐13

10

.

14

τος, εἶτα ἐν μέρει θεῖναι τὴν ἔκθεσιν, καὶ τοῖς ἐναντίοις χρήσασθαι κεφαλαίοις, ἀντὶ μὲν ἀσαφοῦς τῷ σαφεῖ, ἀντὶ δὲ ἀπιθάνου τῷ πιθανῷ καὶ δυνατῷ ἀντὶ τοῦ ἀδυνάτου καὶ ἀκολούθῳ ἀντὶ τοῦ ἀνακολούθου τῷ τε πρέποντι
5ἀντὶ τοῦ ἀπρεποῦς καὶ συμφέροντι ἀντὶ τοῦ ἀσυμφόρου. Ἡ γυμνασία δὲ αὕτη πᾶσαν περιέχει τὴν τῆς τέχνης ἰσχύν.
8tΚατασκευή· ὅτι εἰκότα τὰ κατὰ Δάφνην.
9Ὁ ποιηταῖς ἀντερῶν αὐταῖς ἀντερεῖν δοκεῖ μοι ταῖς
10Μούσαις· εἰ γάρ, ὅσα ποιηταὶ φθέγγονται, ταῦτα τῇ τῶν Μουσῶν διεξέρχονται γνώμῃ, πῶς οὐκ ἂν ἀντιλέγοι ταῖς Μούσαις ὁ τὰ ποιητῶν κακίσαι ζητῶν; πάντων μὲν οὖν ἐγὼ τὴν γνώμην ἀποδέχομαι τῶν ποιητῶν, πάντων δὲ μάλιστα τοῦ τὴν Δάφνην ἐρωμένην εἶναι τοῦ Πυθίου
15φιλοσοφήσαντος· οἷα γὰρ εἰπόντος τινὲς ἀπιστοῦσι. Δάφνη, φησί, Γῆς προῆλθε καὶ Λάδωνος. τί τοῦτο πρὸς θεῶν ἄπιστον; οὐχ ἅπασι γένεσις ὕδωρ καὶ γῆ; οὐ σπέρμα τοῦ βίου τὰ στοιχεῖα προέρχεται; εἰ δὲ γῆς τε καὶ ὕδατος ἅπαν ὃ γίνεται πρόεισι, βεβαιοῖ Δάφνη τὴν
20κοινὴν ἁπάντων γονήν, Γῆς προελθοῦσα καὶ Λάδωνος.14

10

.

15

Γεγονυῖα δὲ ὅθεν ἅπαντα γίνεται, τὴν ὄψιν προεῖχε τῶν ἄλλων, καὶ μάλα εἰκότως· ἃ γὰρ πρῶτα γῆς ἀναδί‐ δοται, μετὰ τοῦ τῆς φύσεως προέρχεται κάλλους· πολ‐ λαὶ μὲν γὰρ σωμάτων μεταβολαὶ καθεστήκασι, παρ’ οἷς
5ὁρᾶται τὸ κάλλος, τὸ δὲ πρῶτον φανὲν τῶν πάντων ἐστὶν ὡραιότερον. εἰκότως οὖν Δάφνη τὴν ἰδέαν προήνεγκε, πρώτη τῶν ἄλλων γενομένη τῆς γῆς. Διαφερούσης δὲ Δάφνης τὴν ὄψιν, ἠράσθη τῆς παιδὸς ὁ Πύθιος, καὶ μάλα εἰκότως· πᾶν γὰρ εἴ τι καλὸν ἐν
10γῇ πολιτεύεται, προῆλθε θεῶν· εἰ δὲ τῶν ἐπὶ γῆς ἀγαθῶν τὸ κάλλος εὐδαιμονέστερον, οἷς τὸ κάλλος δωρεὰ τῶν θεῶν, ἐραστὴν εἶχε τὸ κάλλος θεόν· ἃ γὰρ θεοὶ δω‐ ροῦνται, στέργουσιν ἅπαντες. Ἐρῶν δὲ ὁ θεὸς προῃρεῖτο τὸ πάθος ἰάσασθαι. τοι‐
15αῦται γὰρ αἱ ἀρεταὶ πρὸς βίαν ἔχουσι κτώμεναι, καὶ πόνων χωρὶς ἀρετὴν οὐχ ὑπάρχει λαβεῖν· ὅθεν ἐπόνει ποθῶν καὶ πονῶν οὐ κατείληφε. πέρας γὰρ οὐκ ἔστιν ἀρετῆς κατιδεῖν· ὅθεν ἐρᾶν τὸν Πύθιον λέγουσιν, οὐ γῆν, οὐ τὴν φύσιν τῶν θεῶν ἐξελέγχοντες, ἀλλὰ τῆς
20ἀρετῆς τὴν φύσιν δηλοῦντες ὑπαίτιον· καὶ χαρακτηρίζει τὸ διῶκον τὸ διωκόμενον. Φευγούσης δὲ τῆς παιδός, ἡ μήτηρ ἐδέχετο. τὰ γὰρ
θνητὰ πάντα τοιᾶσδε γέγονε φύσεως· ἀφ’ ὧν προῆλθον,15

10

.

16

ἐπὶ ταῦτα ἐπείγονται. διὸ χωρεῖ Δάφνη πρὸς Γῆν, τῆς Γῆς προελθοῦσα. Καὶ δεξαμένη τὴν κόρην ἡ Γῆ φυτὸν ἀνέδωκεν· ἄμφω γὰρ ἔργα καθέστηκε γῆς, καὶ παρὰ ταύτην ἄνθρωποι
5πίπτοντες καὶ δένδρα παρ’ ἐκείνης φυόμενα. Καὶ φανὲν τὸ φυτὸν Ἀπόλλωνι τιμῆς γέγονεν αἴτιον· θεοὶ γὰρ ἔξωθεν τῆς ἑαυτῶν προνοίας οὐδὲ τὰ φυτὰ καταλείπουσιν, ἀλλὰ καὶ στεφανοῦνται γινόμενα· ἀπαρ‐ χαὶ γὰρ γῆς θεοῖς ἀνατίθενται. Καὶ μαντικῆς γέγονε
10σύμβολον, προσῆκον οἶμαι καὶ τοῦτο· τήν τε γὰρ κόρην Σωφρόνην ὀνομάζουσι, καὶ χρησμῳδεῖν σωφροσύνης προέρχεται. οἷς τοίνυν ἠγνόησεν ἡ παῖς ἡδονήν, ἀρε‐ ταῖς ἀνατίθεται· οὐ γὰρ ἦν ἰδεῖν τὸ μέλλον ἀκρασίαν νοσήσαντα.
15 Ἐπὶ τούτοις θαυμάζω τοὺς ποιητάς, καὶ διὰ τοῦτο τὸ μέτρον τιμῶ.
17t〈ΠΕΡΙ ΚΟΙΝΟΥ ΤΟΠΟΥ.〉
18 Κοινός ἐστι τόπος λόγος αὐξητικὸς τῶν προσόντων κακῶν.
20Εἴρηται δὲ οὕτως ἀπὸ τοῦ κοινῇ πᾶσιν ἁρμόττειν
τοῖς μετασχοῦσι τοῦ αὐτοῦ πράγματος· ὁ γὰρ κατὰ προ‐16

10

.

17

δότου λόγος κοινῇ πᾶσιν ἥρμοσε τοῖς κοινωνοῦσι τῆς πράξεως. Δευτερολογίᾳ δὲ ἔοικε καὶ ἐπιλόγῳ· διὸ προοίμιον μὲν ὁ κοινὸς τόπος οὐκ ἔχει, προοιμίων δὲ πλαττόμεθα
5τύπον γυμνασίας ἕνεκα τῆς πρὸς τοὺς νέους· μεθ’ ἃ θήσεις κεφάλαιον πρῶτον ἐκ τοῦ ἐναντίου, εἶτα ἐποίσεις τὴν ἔκθεσιν οὐχ ὡς διδάσκων, ἔγνωσται γάρ, ἀλλ’ ὡς παροξύνων τὸν ἀκροώμενον· μεθ’ ἣν ἐποίσεις τὴν σύγ‐ κρισιν ἐκ παραθέσεως συνάγων τῷ κατηγορουμένῳ τὸ
10μεῖζον· εἶτα γνώμην κεφάλαιον οὕτω καλούμενον, δια‐ βάλλων τὴν τοῦ πράξαντος διάνοιαν· εἶτα παρέκβασιν, στοχαστικῶς κακίζων τὸν φθάσαντα βίον· ἔπειτα ἐλέου ἐκβολήν, καὶ τελευταῖα τοῦ προγυμνάσματος τὰ τελικὰ κεφάλαια, νόμιμον, δίκαιον, συμφέρον, δυνατόν, ἔνδοξον,
15ἐκβησόμενον.
16tΚοινὸς τόπος κατὰ τυράννου.
17 Ὡς ἑστήκασι νόμοι καὶ δικαστήρια παρ’ ἡμῖν πολι‐ τεύεται, νόμοις ὑπεχέτω τὴν κόλασιν ὁ μηκέτι εἶναι τοὺς νόμους ποιῶν. εἰ μὲν γὰρ ἔμελλε τὴν παροῦσαν
20δίκην διαφυγὼν δημοτικώτερος ἔσεσθαι, τυχὸν ἄν τις αὐτὸν ἀφῆκε τῆς δίκης· ἐπειδὴ δὲ τὸ παρὸν ἐκφυγὼν βιαιότερος ἔσται, ποῦ δίκαιον τυραννίδος ἀρχὴν τὴν τοῦ
παρόντος καταστῆναι συγγνώμην;17

10

.

18

Οἱ μὲν οὖν ἄλλοι πάντες ὅσοι τὸ δικάζειν εἰλήχασιν οὐδέν τι βλάβος ἐκ τῆς τῶν κρινομένων ἀφέσεως κέκτην‐ ται, τυραννίδος δὲ ἄφεσις ἐπὶ τοὺς δικάζοντας ἐποίσει τὴν βλάβην· οὐδὲ γὰρ τὸ δικάζειν ἔτι καταλιμπάνεται
5τυράννου κρατήσαντος. Δοκεῖτε δέ μοι μᾶλλον περὶ τῆς τοῦ παρόντος διανοίας σκοπεῖν ἀκριβέστερον, εἰ τὰς τῶν προγόνων λογίσοισθε γνώμας· ἡμῖν ὥσπερ καλῶς ποιοῦντες πολιτείαν εὗρον δυναστείας ἀπηλλαγμένην, καὶ μάλα δικαίως· ἐπειδὴ γὰρ
10ἄλλοτε ἄλλαι τοῖς ἀνθρώποις τύχαι προσπίπτουσι καὶ μεταποιοῦσι τῶν ἀνθρώπων τὰς γνώμας, ἐπανορθού‐ μενοι τὸ τῆς τύχης ἀνώμαλον τῇ τῶν νόμων ἰσότητι νόμους ἐξεῦρον, μίαν πᾶσιν ἐξ αὐτῶν ἐργαζόμενοι γνώ‐ μην· καὶ τοῦτο ταῖς πόλεσι γίνεται νόμος, ἐπανόρθωμα
15κακῶν ὧν αἱ τύχαι ποιοῦσιν. Ὧν οὗτος οὐδὲν ἐνθυμούμενος βεβούλευταί τι βού‐ λευμα κάκιστον, τὸν τῆς πολιτείας μεταθεῖναι θεσμόν. καὶ τοιαῦτα πρὸς ἑαυτὸν διελέγετο· ‘τί ταῦτα, θεοί; παρὰ τοὺς πολλοὺς ὀφθεὶς ἴσον καθάπαξ ἔχων τοῖς ἄλ‐
20λοις ἀνέξομαι καὶ μάτην ἐῶ τὴν τύχην φιλοτιμεῖσθαι τὸν πλοῦτον; εἰ ταὐτὰ τοῖς πολλοῖς ὑποστήσομαι καὶ συνιόντες κρινοῦσι πένητες, καὶ τὸ δοκοῦν τοῖς πολλοῖς νόμος προῆλθεν ἐμοί. τίς οὖν ἔσται τούτων ἀπαλλαγή;
καταλήψομαι τὴν ἀκρόπολιν καὶ τοὺς κάκιστα ἀπολου‐18

10

.

19

μένους ἐκποδὼν καταστήσομαι νόμους καὶ οὕτω νόμος ἔσομαι τοῖς πολλοῖς, οὐχ οἱ πλείους ἐμοί.‘ ταῦτα πρὸς ἑαυτὸν διεξήρχετο οὐκ ἐπιθεὶς τὸ πέρας· θεῶν γὰρ κατε‐ κώλυσεν εὔνοια. μὴ οὖν δι’ ὧν χάριν τοῖς θεοῖς ἐπο‐
5φείλομεν, ταῦτα τοῦτον καὶ διασώσειε τήμερον. Δεινὸν ὁ φονεύς, ἀλλὰ τύραννος μεῖζον καθίσταται· ὃ μὲν γὰρ εἰς ἕνα παρατυχόντα μιαιφονεῖ, ὃ δὲ ὅλας μεταβάλλει τὰς τῆς πόλεως τύχας. ὅσῳ τοίνυν τὸ λυπεῖν ἐν βραχεῖ τοῦ πάντας μιαιφονεῖν ὑπάρχει καταδεέστε‐
10ρον, τοσοῦτον ἀνδροφόνος τυράννου φαυλότερον. Ἕπεται τοῖς ἄλλοις ἅπασιν ἀνθρώποις, κἂν δεινότατα πράξωσι, τὴν γνώμην γοῦν ἐξελέσθαι τῆς πράξεως, μό‐ νος δὲ τύραννος ἀκούσιον εἰπεῖν οὐκ ἔσχε τὴν τόλμαν. εἰ μὲν γὰρ ἄκων ἐνεχείρει τῷ τυραννεῖν, τυχὸν ἄν τις
15αὐτὸν ἀφῆκε τὴν δίκης· ἐπειδὴ δὲ βεβουλευμένως ἔδρασε, ποῦ δίκαιον ὑπεξελεῖν τὸ πρὸ τῶν ἔργων τῇ γνώμῃ γε‐ νόμενον;
Οἱ μὲν οὖν ἄλλοι πάντες ἄνθρωποι παρ’ ὑμῖν οἱ19

10

.

20

κρινόμενοι τὸ παρὸν μόνον ὑπεύθυνον ἔχουσι, διὰ δὲ τὸ φθάσαν πολλάκις ἀφίενται, μόνος δὲ ὁ παρὼν ἐπ’ ἀμφοτέρῳ κρίνεται βίῳ· τό τε γὰρ φθάσαν ἐπὶ μετρίοις οὐκ ἤγαγε καὶ τὸ παρὸν τῶν γεγενημένων ἐστὶ χαλεπώ‐
5τερον. ὥστε ἀμφοτέρων ὑπεχέτω τὴν δίκην, ὧν τε πρό‐ τερον καὶ ὧν μετ’ ἐκεῖνα λελύπηκε. Τίνες οὖν αὐτὸν ἐξαιτούμενοι λύσονται; ‘νὴ Δία παῖδες.‘ ἀλλ’ ὁπόταν ὀδύρωνται, τότε παρεστάναι τοὺς νόμους νομίσατε, οἷς πολλῷ δήπου δικαιότερον ἢ τοῖς
10τούτου παισὶ τὴν ψῆφον ἐπενεγκεῖν· διὰ μὲν γὰρ τοὺς τούτου παῖδας ἡ τούτου τυραννὶς βεβαιώσεται, διὰ δὲ τοὺς νόμους τὸ δικάζειν ὑμεῖς παρειλήφατε. ὥστε δι’ οὓς ὑμεῖς δικασταὶ καθεστήκατε, τούτοις ἐστὲ δικαιότε‐ ροι τὴν ψῆφον ἐπενεγκεῖν.
15 Καίτοι εἰ νόμος τοὺς ἐλευθεροῦντας τὴν πατρίδα τι‐ μᾶν, τοὺς καταδουλουμένους κολάζεσθαι λείπεται. Δίκαιον δὲ τοσαύτην ἐν ὑμῖν ὑποστῆναι τὴν δίκην, ὁπόσην αὐτὸς κατειργάσατο. Λυσιτελήσει δὲ πεσὼν τύραννος· ἑστάναι γὰρ παρα‐
20σκευάσει τοὺς νόμους. Ῥᾷον δὲ τὴν τοῦ παρόντος ἐργάσασθαι κόλασιν· οὐ
γάρ, ὥσπερ αὐτῷ δορυφόρων ἐδέησεν εἰς τὴν τῆς τυραν‐20

10

.

21

νίδος ἐπίθεσιν, οὕτω καὶ ἡμῖν δεήσει συμμάχων εἰς τὴν τοῦ τυράννου κατάλυσιν, ἀλλὰ δικαστῶν ἀρκέσει ψῆφος ὅλην ἀνελεῖν τυραννίδος τὴν δύναμιν.
4t〈ΠΕΡΙ ΕΓΚΩΜΙΟΥ.〉
5 Ἐγκώμιόν ἐστι λόγος ἐκθετικὸς τῶν προσόντων καλῶν. Εἴρηται δὲ οὕτως ἐκ τοῦ ἐν κώμαις ᾄδειν τὸ παλαιόν· κώμας δὲ ἐκάλουν τοὺς στενωπούς. Διενήνοχε δὲ ὕμνου καὶ ἐπαίνου τῷ τὸν μὲν ὕμνον εἶναι θεῶν, τὸ δὲ ἐγκώμιον θνητῶν, καὶ τῷ τὸν μὲν
10ἔπαινον ἐν βραχεῖ γίνεσθαι, τὸ δὲ ἐγκώμιον κατὰ τέχνην ἐκφέρεσθαι. Ἐγκωμιαστέον δὲ πρόσωπά τε καὶ πράγματα, καιρούς τε καὶ τόπους, ἄλογα ζῷα καὶ πρὸς τούτοις φυτά· πρόσ‐ ωπα μὲν ὡς Θουκυδίδην ἢ Δημοσθένην, πράγματα δὲ
15ὡς δικαιοσύνην ἢ σωφροσύνην, καιροὺς δὲ ὡς ἔαρ ἢ θέρος, τόπους δὲ ὡς λιμένας καὶ κήπους, ἄλογα ζῷα ὡς ἵππον ἢ βοῦν, φυτὰ δὲ ὡς ἐλαίαν ἢ ἄμπελον. Ἐγκω‐ μιαστέον δὲ καὶ κοινῇ καὶ καθ’ ἕκαστον, κοινῇ μὲν ὡς ἅπαντας Ἀθηναίους, ἰδίᾳ δὲ ὡς Ἀθηναίων ἕνα.
20Ἡ μὲν οὖν διαίρεσις αὕτη τοῦ ἐγκωμίου· ἐργάσαιο21

10

.

22

δ’ αὐτὸ τοῖσδε τοῖς κεφαλαίοις· προοιμιάσῃ μὲν πρὸς τὴν οὖσαν ὑπόθεσιν· εἶτα θήσεις τὸ γένος, ὃ διαιρήσεις εἰς ἔθνος, πατρίδα, προγόνους καὶ πατέρας· εἶτα ἀνατρο‐ φήν, ἣν διαιρήσεις εἰς ἐπιτηδεύματα καὶ τέχνην καὶ νό‐
5μους· εἶτα τὸ μέγιστον τῶν ἐγκωμίων κεφάλαιον ἐποίσεις τὰς πράξεις, ἃς διαιρήσεις εἰς ψυχὴν καὶ σῶμα καὶ τύχην, ψυχὴν μὲν ὡς ἀνδρείαν ἢ φρόνησιν, σῶμα δὲ ὡς κάλλος ἢ τάχος ἢ ῥώμην, τύχην δὲ ὡς δυναστείαν καὶ πλοῦτον καὶ φίλους· ἐπὶ τούτοις τὴν σύγκρισιν ἐκ παραθέσεως
10συνάγων τῷ ἐγκωμιαζομένῳ τὸ μεῖζον· εἶτα ἐπίλογον εὐχῇ μᾶλλον προσήκοντα.
12tἘγκώμιον Θουκυδίδου.
13 Τιμᾶν ἄξιον τοὺς εὑρόντας τὰ χρήσιμα, οἷς ἐπορί‐ σαντο κάλλιστα, καὶ τὸ παρ’ ἐκείνων φανὲν ἐπανατίθε‐
15σθαι δικαίως τοῖς δείξασιν. οὐκοῦν Θουκυδίδην ἐπαι‐ νέσω τοῖς λόγοις αὐτὸν τοῖς αὐτοῦ τιμᾶν προελόμενος. Ἅπαντας μὲν οὖν τοὺς εὑρετὰς τιμᾶσθαι καλόν, τοσούτῳ δὲ μᾶλλον Θουκυδίδην τῶν ἄλλων, ὅσῳ τῶν ἁπάντων εὗρε τὸ κάλλιστον· οὔτε γὰρ λόγων ἐν τοῖς οὖσι κρεῖτ‐
20τον ὑπάρχει λαβεῖν οὔτε Θουκυδίδου περὶ τοὺς λόγους σοφώτερον ἔστιν εὑρεῖν. Προῆλθε τοίνυν Θουκυδίδης ἐκ γῆς, ἣ καὶ βίον αὐτῷ
παρέσχε καὶ τέχνην· οὐ γὰρ ἑτέρωθεν γέγονεν, ἀλλ’22

10

.

23

ὅθεν οἱ λόγοι. Καὶ μητέρα βίου τὰς Ἀθήνας εὑρὼν προγόνοις μὲν βασιλεῦσιν ἐχρήσατο καὶ τὸ τῆς τύχης αὐτῷ δυνατώτερον ἐκ τοῦ προτέρου προελήλυθε γένους. Καὶ προσλαβὼν ἄμφω, γένους ἰσχὺν καὶ πολιτείαν δη‐
5μοτικήν, εἰς ἐπανόρθωσιν ἑκατέρου τὸ παρ’ ἑκατέρου φέρεται κέρδος, τὸ μὴ πλουτεῖν ἀδίκως διὰ τῆς ἰσηγο‐ ρίας ἐπανορθούμενος καὶ πολιτικὴν ἔνδειαν τῇ παρὰ τοῦ γένους εὐδαιμονίᾳ συγκρύπτων. Καὶ τοιούτων φανεὶς τρέφεται μὲν 〈ἐν〉 πολιτείᾳ καὶ
10νόμοις, ἃ τῶν ἄλλων ἀμείνω πεφήνασι, καὶ πρὸς ὅπλα καὶ λόγους ἅμα ζῆν ἐγνωκὼς φιλοσοφεῖν ὁ αὐτὸς καὶ στρατηγεῖν ἐβουλεύσατο, οὔτε τοὺς λόγους ὅπλων ἀπο‐ στερῶν οὔτε τὰς μάχας ἐν μέρει τιθεὶς τῆς φρονήσεως. καὶ μίαν ποιεῖται μελέτην, ὧν μίαν οὐκ εἶχε τὴν τέχνην,
15εἰς ἓν συνάγων ἃ τῇ φύσει διέστηκεν. Ὡς δὲ εἰς ἄνδρας ἀφίκετο, ἐζήτει καιρὸν εἰς ἐπίδειξιν, ὧν καλῶς προησκήσατο. καὶ ταχὺ παρέσχεν ἡ τύχη τὸν πόλεμον, καὶ τὰ πεπραγμένα πᾶσι τοῖς Ἕλλησιν οἰκείαν αὐτὸς ἐποιήσατο τέχνην καὶ φυλακὴ γέγονεν ὧν ὁ πόλε‐
20μος ἤγαγεν· ἃ γὰρ ἐποίουν ὡς ἕκαστοι, ταῦτα συγκρύ‐ πτειν οὐκ ἀφῆκε τὸν χρόνον. ἐξ ὧν ἁλισκομένη μὲν ἔγνωσται Πλάταια, δῃούμενα δὲ τὰ τῆς Ἀττικῆς ἐγνω‐
ρίζετο καὶ περιπλεομένη παρὰ τῶν Ἀθηναίων ἐδηλοῦτο23

10

.

24

Πελοπόνησος· ναυμαχίας εἶδεν ἡ Ναύπακτος, λαθεῖν οὐκ ἀφῆκε ταῦτα Θουκυδίδης συγγράφων· Λέσβος ἑάλω καὶ μέχρι τοῦδε κηρύττεται· πρὸς τοὺς Ἀμβρακιώτας καθίστατο μάχη καὶ τὸ γεγονὸς οὐκ ἀφεῖλεν ὁ χρόνος·
5δίκη Λακεδαιμονίων οὐκ ἀγνοεῖται παράνομος, Σφακτη‐ ρία καὶ Πύλος τὸ μέγα τῶν Ἀθηναίων οὐκ ἔλαθεν ἔρ‐ γον. ὅθεν Κερκυραῖοι μὲν παρὰ τὰς Ἀθήνας ἐκκλη‐ σιάζουσι, Κορίνθιοι δὲ πρὸς αὐτοὺς ἀντιφθέγγονται, Αἰγινῆται κατηγοροῦντες εἰς Λακεδαίμονα ἔρχονται καὶ
10σωφρονῶν μὲν ἐπ’ ἐκκλησίας Ἀρχίδαμος, Σθενελαΐδας δὲ ἐπὶ μάχην κινῶν, καὶ πρὸς τούτοις ὁ Περικλῆς πρεσ‐ βείαν ἀτιμάζων Λακωνικὴν καὶ χαλεπαίνειν οὐ συγχω‐ ρῶν Ἀθηναίους νοσοῦντας, ταῦτα καθάπαξ καὶ παρὰ τῆς Θουκυδίδου συγγραφῆς πρὸς ἅπαντα τηρεῖται τὸν βίον.
15 Εἶτά τις αὐτῷ παραβαλεῖ τὸν Ἡρόδοτον; ἀλλ’ ἐκεῖνος μὲν διηγεῖται πρὸς ἡδονήν, ὃ δὲ πρὸς ἀλήθειαν ἅπαντα φθέγγεται· ὅσῳ δὴ τὸ πρὸς χάριν τοῦ πρὸς ἀλήθειαν ἔλαττον, τοσοῦτον Ἡρόδοτος τῶν Θουκυδίδου καλῶν ἀπολείπεται.
20Πολλὰ ἦν ἕτερα περὶ Θουκυδίδου διεξελθεῖν, εἰ μὴ
τὸ πάντα ἐρεῖν τὸ τῶν ἐπαίνων παρείλετο πλῆθος.24

10

.

25

(1t)

Σοφίας ἐγκώμιον.
2 Σοφίαν εὐτυχὲς μὲν λαβεῖν, ἐπαινέσαι δὲ πρὸς ἀξίαν ἀδύνατον, ᾗ τοσοῦτον εὐδαιμονίας περίεστιν, ὡς κοινὸν κτῆμα καταστῆναι θεῶν.
5 Ἄλλος μὲν γὰρ ἄλλο τι τῶν θεῶν ἐπετήδευσεν, Ἥρα τῶν γάμων ἐπιστατεῖ, πολέμων Ἄρης μετὰ τῆς Ἀθηνᾶς, πυρὶ πάλιν ἐχάλκευσεν Ἥφαιστος, Ποσειδῶν ἡγεῖται τοῖς πλέουσιν, ἄλλος ἄλλο τι τῶν θεῶν ἐπησκήσατο, σοφίας δὲ ἅπαντες μετέχουσιν, ἰδίως δὲ παρὰ πάντας ὁ
10Ζεύς· ὅσῳ γὰρ τῶν θεῶν ἐστι δυνατώτερος, τοσούτῳ πάντων κατέστη σοφώτερος, καὶ σοφία Διὶ τὴν δυνα‐ στείαν πιστοῦται. Καὶ θεοὶ μὲν αὐτὴν ἐκτήσαντο σύμ‐ φυτον, τὸ δὲ κτῆμα προῆλθεν εἰς γῆν, καὶ θεῶν παῖδες εἰς τὸν βίον ἠνέγκαντο. διὸ καὶ θαυμάσαι τοὺς ποιητάς
15μοι περίεστιν, οἷς Παλαμήδην καὶ Νέστορα καὶ εἴ τις ἄλλος ἐν τοῖς πρώτοις σοφώτατος ᾄδεται θεῶν παῖδας ἐποίησαν, οὐ καταστάντας τὴν φύσιν θεῶν· ἦ γὰρ ἂν καὶ αὐτοὶ θεοὶ καθειστήκεισαν καὶ τῇ κοινωνίᾳ τοῦ γέ‐ νους τὸ κοινὸν ἐδήλουν τῆς ἀρετῆς· ἀλλ’ οἷς τὴν θεῶν
20ἀρετὴν προσεκτήσαντο, θεῶν ἐνομίζοντο παῖδες καὶ δο‐ κοῦσι θεῶν, ὧν σοφία κτῆμα τοῦ γένους προῆλθεν,
ὑπόμνημα.25

10

.

26

Σοφία τοίνυν ἐφ’ ἑκάτερα κρατεῖ τῶν καιρῶν· τὰ μὲν γὰρ ἄλλα παρὰ τὴν εἰρήνην μόνον εὐδοκιμεῖ, τὰ δὲ παρὰ τὸν πόλεμον μόνον θαυμάζεται, μόνη δὲ σοφία τῶν ὄντων ἑκατέρων κρατεῖν ὡς ἑνὸς ἐξεπίσταται· πο‐
5λιτεύεται μὲν γὰρ κατὰ πόλεμον ὡς εἰρήνην παντελῶς ἀγνοήσασα, τῆς δὲ εἰρήνης οὕτω κατέσχεν ὡς ἀγνοοῦσα καθάπαξ τὰς μάχας· καὶ παρ’ ἣν ἂν κρατῇ, μόνης εἶναι νομίζεται· νομοθετεῖ μὲν γὰρ ἐν εἰρήνης καιρῷ καὶ παν‐ τοδαποῖς ἡσυχίας εἴδεσι κέχρηται, τοῖς δὲ πολέμοις εἰσ‐
10ηγεῖται τὰς νίκας· καὶ σοφία κρατεῖν ἐν τοῖς ὅπλοις παρέχουσα παρὰ τὰς ἐκκλησίας ἄλλον οὐκ ἐᾷ κατορθοῦν, ἀλλ’ ἐπ’ ἀμφότερα κρατεῖν οἶδεν ἐπίσης πολεμοῦντας καὶ λέγοντας. Μόνη σοφία τὰ θεῶν ὑποκρίνεται· μόνη γὰρ ὡς θεὸς
15τὸ μέλλον ἐπίσταται. αὕτη γεωργοῖς ἀνῆκε τὴν γῆν καὶ τοῖς πλέουσι νέμει τὴν θάλασσαν· οὔτε καρποὺς ὑπῆρχε λαβεῖν σοφίας χωρὶς οὔτ’ αὖ πάλιν ἐπιβαίνειν νεὼς χωρὶς τοῦ σοφῶς κυβερνήσοντος. ὥστε πᾶν εἴ τι θά‐ λαττα φιλοτιμεῖται καὶ ὅσα γῆ τοῖς ἀνθρώποις παρέχει,
20ταῦτα σοφίας καθεστήκασιν εὕρεσις. αὕτη λαθεῖν οὐ κατέλιπεν, ἃ τῶν ἀπορρήτων οὐρανὸς ἔχει παρ’ ἑαυτῷ· καὶ γὰρ ὅσον ἥλιος περιέρχεται κύκλον καὶ ἃ τῶν ἀστέ‐ ρων περιέδραμεν ἕκαστος, σοφία μόνη τοῖς ἀνθρώποις
ἐξεῦρεν. ἤδη καὶ τὰ κατὰ γῆς σοφὸς οὐκ ἠγνόησε, καὶ26

10

.

27

ὡς τελευτῶντες ἐσόμεθα, μόνη σοφία παρέσχε. Τροίαν εἷλεν· ἣν ἑλεῖν ὁ πολὺς οὐ δεδύνηται χρόνος, σοφὸν παρεστήσατο βούλευμα. καὶ Περσῶν ὅλην διέλυσε δύ‐ ναμιν, δι’ ἑνὸς κυροῦσα βουλεύματος. ὁ Κύκλωπος
5ὀφθαλμὸς διεφθείρετο, βεβουλευκότος Ὀδυσσέως σο‐ φώτερον. ὥστε πᾶν, εἴ τι κρατεῖ, σοφίας προῆλθεν. Εἶτά τις αὐτῇ τὴν ἀνδρείαν παραβαλεῖ; ἀλλ’ ὃ ποιεῖν πέφυκε δύναμις, ἐκ σοφίας κομίζεται, κἂν τῆς ἀνδρείας ἀνέλῃς τὴν φρόνησιν, κατηγορούμενον ἔμεινεν.
10 Πολλὰ ἦν ἄλλα περὶ τῆς σοφίας διεξελθεῖν, ἀλλ’ εἰς ἅπαν ἐρεῖν τοῖς διεξιοῦσιν ἀμήχανον.
12t〈ΠΕΡΙ ΨΟΓΟΥ.〉
13Ψόγος ἐστὶ λόγος ἐκθετικὸς τῶν προσόντων κακῶν. Τόπου δὲ κοινοῦ διενήνοχε τῷ τὸν μὲν τόπον ἐπά‐
15γεσθαι κόλασιν, τὸν δὲ ψόγον ψιλὴν μόνην ἔχειν δια‐ βολήν. Διαιρεῖται δὲ τοῖς αὐτοῖς κεφαλαίοις, οἷσπερ καὶ τὸ ἐγκώμιον. καὶ τοσαῦτα δεῖ ψέγειν, ὅσα καὶ ἐγκωμιάζειν,
πρόσωπά τε καὶ πράγματα, καιρούς τε καὶ τόπους, ἄλογα27

10

.

28

ζῷα καὶ πρὸς τούτοις φυτά. Ψεκτέον δὲ καὶ κοινῇ καὶ καθ’ ἕκαστον. Καὶ προοιμιαζόμενος ἐποίσεις τὸ γένος, ὃ διαιρήσεις ὁμοίως τῷ ἐγκωμίῳ, καὶ τὴν ἀνατροφὴν καὶ τὰς πράξεις
5καὶ τὴν σύγκρισιν καὶ τὸν ἐπίλογον οὕτω θήσεις ὡς καὶ ἐν τοῖς ἐγκωμίοις.
7tΨόγος Φιλίππου.
8 Οὔτε τὴν ἀρετὴν ἐπαίνων χωρὶς οὔτε τὴν κακίαν ἔξω ψόγου προσήκει καταλιπεῖν, ὅτι καὶ δι’ ἀμφοτέρων ἐγκα‐
10ταλείπεται κέρδος, ἐπαινουμένων μὲν ἀγαθῶν, κακιζο‐ μένων δὲ πονηρῶν. Ἅπαντας μὲν οὖν ἀκοῦσαι κακῶς δίκαιον τοὺς διακειμένους κακῶς, τοσούτῳ δὲ μᾶλλον ἁπάντων τὸν Φίλιππον, ὅσῳ καὶ πάντας πονηροὺς ὑπερ‐ έβαλε.
15 Προῆλθε μὲν γὰρ ἔθνους, ὃ τῶν βαρβάρων καθίστα‐ ται χείριστον, τόπον ἐκ τόπου δι’ ἀνανδρίαν μεταβάλ‐ λειν ζητοῦντος. Ἀργεῖοι μὲν γὰρ τὸ πρῶτον ἐξέωσαν, εἶτα πλανώμενοι πρὸς ἣν ἔχουσι καταπεφεύγασι, ταῖν δυεῖν δυστυχίαιν εἰς τὴν οἴκησιν χρώμενοι, τοῖς μὲν
20κρείττοσιν εἴκοντες, τοὺς δὲ χείρους ἐκβάλλοντες, ἐξ
ἀνανδρίας καὶ πλεονεξίας οἰκεῖν βεβαίως οὐ συγχωρού‐28

10

.

29

μενοι. Καὶ γεγενημένος ἔθνους τοιούτου φαυλοτέρας προελήλυθε πόλεως. Μακεδόνες γὰρ τῶν βαρβάρων οἱ χείριστοι, Πέλλη δὲ τῆς Μακεδόνων γῆς τὸ φαυλότατον, ἐξ ἧς οὐδὲ δουλούμενοι χαίρουσιν ἄνθρωποι. Καὶ τοιαύ‐
5της γῆς γεγονὼς προγόνοις ἐχρήσατο χαλεπωτέροις τῆς γῆς. Φίλιππος γὰρ τούτῳ καθίστατο πρόγονος, κρατεῖν τῆς χώρας ἐκ τοῦ γένους οὐ συγχωρούμενος· εἶτα Ἀμύν‐ τας πατήρ, εἰς βασιλείαν ἑτέρων δεόμενος· Ἀθηναῖοι γὰρ ἐληλαμένον κατήγαγον.
10 Καὶ τοιούτων ὀφθεὶς μένων παρὰ Θηβαίοις ὡμήρευε· καὶ διατρίβων ἐπὶ μέσης τῆς Ἑλλάδος οὐ μετετίθει τῇ συνουσίᾳ τὸν τρόπον, ἀλλ’ ἀκρασίαν βαρβαρικὴν ἐν Ἑλ‐ ληνικοῖς ἐπιτηδεύμασιν ἔφερε· καὶ διῃρημένων ἁπάν‐ των Ἕλλησι καὶ βαρβάροις, ἐφ’ ἑκατέρων ἦν ὁ αὐτός,
15πονηρίαν ἴσην ἐν οὐχ ὁμοίοις ἐργαζόμενος γένεσι. Καὶ πρῶτον κατεδουλοῦτο τὸ συγγενές, τὴν ἀπιστίαν οἷς προῆλθεν ἐπιδεικνύμενος. ὅθεν ἐπιὼν τοὺς προσ‐ χώρους διέφθειρε, καὶ Παίονας λαβὼν Ἰλλυριοὺς προσ‐ ετίθετο καὶ Τριβαλλῶν ᾕρει τὴν γῆν ἐπιών, τοσαῦτα
20λαμβάνων ὁπόσα τῶν γενῶν ἠτύχει προκείμενα. καὶ τὰ
μὲν σώματα τῶν βαρβάρων ᾕρει μαχόμενος, τὰς δὲ γνώ‐29

10

.

30

μας μετὰ τῶν σωμάτων οὐχ ᾕρει, ἀλλ’ ὠνειροπόλουν ἀπόστασιν οἱ τοῖς ὅπλοις δουλεύοντες, καὶ τοῖς λογισμοῖς ὑπῆρχεν αὐτόνομα τὰ τοῖς ἔργοις δουλεύοντα. Καὶ πα‐ ραστησάμενος τοὺς τῶν βαρβάρων ὁμόρους, ὁδῷ προϊὼν
5ἐχώρει παρὰ τοὺς Ἕλληνας· καὶ πρῶτον μὲν τὰς ἐπὶ Θρᾴκης Ἑλλήνων κατεστρέφετο πόλεις, αἱρῶν μὲν Ἀμ‐ φίπολιν, τὴν δὲ Πύδναν χειρούμενος καὶ Ποτίδαιαν μετ’ αὐτῶν ἐπαγόμενος, οὔτε τὰς Φερὰς ἔξω τῶν Παγα‐ σῶν οὔτε Μάγνησσαν ἔξω Φερῶν ποιησάμενος, ἀλλ’ ὅλαι
10Θετταλῶν ἡλίσκοντο πόλεις καὶ ὥσπερ σύμβολον τοῦ γένους τὴν δουλείαν ἐφέροντο. Ἄξιον δὲ καὶ περὶ τῆς αὐτοῦ τελευτῆς διελθεῖν. ὡς γὰρ ἐπιὼν τὰ πολλὰ κατε‐ στρέφετο καὶ παρασπονδῶν κατεδουλοῦτο τοὺς σπενδο‐ μένους αὐτῷ, ἀγανακτοῦντες ἐπὶ τοῖς παρασπονδηθεῖσιν
15οἱ θεοὶ πρέπουσαν αὐτῷ τελευτὴν ἐπηγάγοντο· οὐ γὰρ ἀνεῖλον μαχόμενον οὐδὲ μάρτυρα τῆς αὐτοῦ τελευτῆς ἀριστέα ἐποίησαν, ἀλλ’ ἐπ’ αὐταῖς ἡδοναῖς διαφθείρουσι, καλὸν ἐντάφιον τοῖς Φιλίππου κακοῖς πεποιημένοι τὰς ἡδονάς, ὡς ἂν κατ’ ἄμφω τῆς ἀκρασίας φέροιτο μάρτυ‐
20ρας, καὶ βιοὺς καὶ κτεινόμενος. Εἶτά τις αὐτῷ παραθήσει τὸν Ἔχετον; ἀλλ’ ὃ μὲν
μικρὰ τῶν ἄκρων ἀποστερῶν τὸ λοιπὸν εἴα τοῦ σώματος,30

10

.

31

ὃ δὲ ὅλα μεθ’ ὅλων διέφθειρε σώματα· ὅσῳ δὴ χαλεπώ‐ τερον ἅπαν ἢ μέρος διαφθειρόμενον, τοσούτῳ Φίλιππος Ἐχέτου δεινότερος. Λήγειν ὁ Φίλιππος περιὼν οὐκ ἠπίστατο, λήγειν δὲ
5ἀνάγκη τὸν περὶ αὐτοῦ λόγον διεξερχόμενον.
6tΠΕΡΙ ΣΥΓΚΡΙΣΕΩΣ.
7 Σύγκρισίς ἐστι λόγος ἀντεξεταστικὸς ἐκ παραθέσεως συνάγων τῷ παραβαλλομένῳ τὸ μεῖζον. Δεῖ δὲ συγκρίνοντας ἢ καλὰ παραθεῖναι χρηστοῖς ἢ
10φαῦλα φαύλοις ἢ χρηστὰ πονηροῖς ἢ μικρὰ παραθεῖναι τοῖς μείζοσι. καὶ ὅλως ἡ σύγκρισις διπλοῦν ἐγκώμιόν ἐστιν ἢ ψόγος ἐξ ἐγκωμίου καὶ ψόγου συγκείμενος. καὶ πᾶς μὲν τόπος συγκρίσεως δεινὸς καθάπαξ καθέστηκε, μάλιστα δὲ ὁ τὰ μικρὰ παραβάλλων τοῖς μείζοσι.
15 Τοσαῦτα δὲ συγκρίνειν προσήκει, ὅσαπερ καὶ ψέγειν καὶ ἐγκωμιάζειν, πρόσωπά τε καὶ πράγματα, καιρούς τε καὶ τόπους, ἄλογα ζῷα καὶ πρὸς τούτοις φυτά. Οὐ δεῖ δὲ συγκρίνοντας ὅλον ὅλῳ παραβάλλειν, ὕπτιον γὰρ καὶ οὐκ ἀγωνιστικόν, ἀλλὰ κεφαλαίῳ κεφάλαιον·
20ἀγωνιστικὸν γὰρ τοῦτό γε· ἐπεὶ τὸ διαιρεῖν ἐγκωμίου31

10

.

32

τρόπος, οὐ συγκρίσεως. Σύγκρισις δὲ ἐν αὐτῷ οὐκ ἔστιν, ἐπείπερ ὅλον ἐστὶ τὸ προγύμνασμα σύγκρισις.
3tΣύγκρισις Ἀχιλλέως καὶ Ἕκτορος.
4Ἀρετὴν ἀρετῇ συγκρῖναι ζητῶν ἀντεξετάζω τὸν Πη‐
5λέως πρὸς Ἕκτορα· καθ’ αὑτὰς μὲν γὰρ αἱ ἀρεταὶ τυγχάνουσι τίμιαι, παραβαλλόμεναι δὲ ζηλωτότεραι καθε‐ στήκασι. Γεγόνασι τοίνυν ἄμφω γῆς οὐ μιᾶς, ἐπαινουμένης δὲ ὁμοίως ἑκάτερος. ὃ μὲν γὰρ Φθίας, ὅθεν ὁ τῆς Ἑλλά‐
10δος προῆλθεν ἐπώνυμος, ὃ δὲ Τροίας, ἧς οἰκισταὶ θεῶν οἱ πρῶτοι γεγόνασιν. ὅσῳ δὴ τὸ γεγενῆσθαι χώρας ὁμοίας οὐ χεῖρον εἰς ἔπαινον, τοσοῦτον Ἕκτωρ Ἀχιλ‐ λέως οὐκ ἀπολείπεται. Καὶ γεγονότες γῆς ἐπαινουμένης ἀμφότεροι, ἄμφω τὴν ἴσην ἔσχον συγγένειαν. ἑκάτερος
15γὰρ προῆλθε Διός· Πηλέως μὲν γὰρ Ἀχιλλεύς, Αἰακοῦ δὲ Πηλεὺς καὶ Διὸς Αἰακός· Ἕκτωρ τε ὁμοίως Πριάμου καὶ Λαομέδοντος, Λαομέδων δὲ προῆλθε Δαρδάνου, Δάρδανος δὲ Διὸς ἐγεγένητο παῖς. Καὶ προγόνου γεγο‐ νότες Διὸς πατράσι παραπλησίοις ἐχρήσαντο· Ἀχιλλεῖ
20μὲν γὰρ Αἰακὸς καὶ Πηλεύς, ὧν ὃ μὲν αὐχμῶν ἐξαιρεῖται
τοὺς Ἕλληνας, ὃ δὲ Λαπίθας ἀνελὼν ἆθλον τῆς ἀρετῆς32

10

.

33

θεᾷ συνοικεῖν ἐκληρώσατο· Ἕκτορι δὲ πρόγονος ὑπῆρχε Δάρδανος θεοῖς τὸ πρῴην συνδιαιτώμενος, πατὴρ δὲ Πρίαμος κρατῶν πόλεως τετειχισμένης ὑπὸ θεῶν. ὅσῳ δὴ παραπλήσιον τὸ θεοῖς συνοικεῖν καὶ συνδιαιτᾶσθαι
5τοῖς κρείττοσι, τοσοῦτον Ἕκτωρ Ἀχιλλεῖ παραπλήσιος. Καὶ γεγονότες ἐκ τοιῶνδε προγόνων ἄμφω πρὸς ἀν‐ δρείαν ἐτράφησαν· ὃ μὲν γὰρ ὑπὸ Χείρωνι τρέφεται, τῷ δὲ Πρίαμος κατέστη τροφεύς, φύσει τῆς ἀρετῆς εἰσφέρων διδάγματα. τὸ δὲ τραφῆναι πρὸς ἀρετὴν ἴσον ὂν ἐπ’ ἀμ‐
10φοτέροιν ἴσην αὐτοῖς ἐπιφέρει τὴν εὔκλειαν. Ἐπεὶ δὲ εἰς ἄνδρας ἄμφω προῆλθον, ἐφ’ ἑνὸς πολέ‐ μου τὴν ἰσχὺν ὁμοίαν ἐκέκτηντο. πρῶτον μὲν γὰρ Ἕκτωρ ἡγεῖτο τῶν Τρώων καὶ περιὼν Τροίας καθίστατο πρό‐ βολος, ἔπειτα θεοῖς συμμαχούμενος ἔμενε καὶ κεῖσθαι
15πεσὼν παρέσχε τὴν Τροίαν· Ἀχιλλεὺς δὲ τῆς μὲν Ἑλλά‐ δος ἐν τοῖς ὅπλοις ἡγεῖτο καὶ πάντας φοβῶν κατηγωνί‐ ζετο Τρῶας καὶ συναγωνιζομένην εἶχε τὴν Ἀθηνᾶν καὶ πεσὼν τοῦ κρατεῖν ἀφῃρεῖτο τοὺς Ἀχαιούς. Καὶ ὃ μὲν ἡττηθεὶς ἀνῃρεῖτο διὰ τῆς Ἀθηνᾶς, ὃ δὲ πρὸς Ἀπόλλω‐
20νος βαλλόμενος ἔπιπτε· καὶ γεγονότες ἄμφω παρὰ θεῶν ἐκ θεῶν ἀνῃρέθησαν· ὅθεν γὰρ τὸ γένος, καὶ τὸ τοῦ βίου τέλος εἰλήφασιν. ὅσῳ δὴ παραπλήσιος βίος καὶ θάνατος, τοσοῦτον Ἕκτωρ Ἀχιλλεῖ παραπλήσιος. Ἦν ἕτερα πλείω λέγειν περὶ τῆς ἀμφοῖν ἀρετῆς, εἰ
25μὴ τὴν δόξαν ἄμφω παραπλησίαν εἶχον τῶν ἔργων.33

10

.

34

(1t)

ΠΕΡΙ ΗΘΟΠΟΙΙΑΣ.
2 Ἠθοποιία ἐστὶ μίμησις ἤθους ὑποκειμένου προσ‐ ώπου. Διαφοραὶ δὲ αὐτῆς εἰσι τρεῖς, εἰδωλοποιία, προσωπο‐
5ποιία, ἠθοποιία. καὶ ἠθοποιία μὲν ἡ γνώριμον ἔχουσα πρόσωπον, πλαττομένη δὲ μόνον τὸ ἦθος· ὅθεν καὶ ἠθοποιία προσαγορεύεται· οἷον τίνας ἂν εἴποι λόγους Ἡρακλῆς Εὐρυσθέως ἐπιτάσσοντος· ἐνταῦθα ὁ μὲν Ἡρα‐ κλῆς ἔγνωσται, τὸ δὲ τοῦ λέγοντος ἦθος πλαττόμεθα.
10εἰδωλοποιία δὲ ἡ πρόσωπον μὲν ἔχουσα γνώριμον, τε‐ θνεὸς δὲ καὶ τοῦ λέγειν παυσάμενον, ὡς ἐν Δήμοις Εὔπολις ἔπλασε καὶ Ἀριστείδης ἐν τῷ Ὑπὲρ τῶν τεσ‐ σάρων· ὅθεν καὶ εἰδωλοποιία προσαγορεύεται. προσωπο‐ ποιία δέ, ὅταν ἅπαντα πλάττηται, καὶ ἦθος καὶ πρόσω‐
15πον, ὥσπερ ἐποίησε Μένανδρος Ἔλεγχον· ὁ γὰρ ἔλεγχος πρᾶγμα μέν, οὐ μὴν ἔτι καὶ πρόσωπον· ὅθεν καὶ προσω‐ ποποιία προσαγορεύεται· πλάττεται γὰρ μετὰ τοῦ ἤθους
καὶ πρόσωπον.34

10

.

35

Ἡ μὲν οὖν διαίρεσις αὕτη· τῶν δὲ ἠθοποιιῶν αἳ μέν εἰσι παθητικαί, αἳ δὲ ἠθικαί, αἳ δὲ μικταί. καὶ παθητι‐ καὶ μὲν αἱ κατὰ πάντα πάθος σημαίνουσαι, οἷον τίας ἂν εἴποι λόγους Ἑκάβη κειμένης τῆς Τροίας. ἠθικαὶ δὲ
5αἱ μόνον ἦθος εἰσφέρουσαι, οἷον τίνας ἂν εἴποι λόγους ἠπειρώτης ἀνὴρ πρῶτον θεασάμενος θάλασσαν. μικταὶ δὲ αἱ τὸ συναμφότερον ἔχουσαι, καὶ ἦθος καὶ πάθος, οἷον τίνας ἂν εἴποι λόγους Ἀχιλλεὺς ἐπὶ Πατρόκλῳ κειμένῳ βουλευόμενος πολεμεῖν· ἦθος μὲν γὰρ ἡ βουλή,
10πάθος δὲ φίλος πεσών. Ἐργάσῃ δὲ τὴν ἠθοποιίαν χαρακτῆρι σαφεῖ, συντόμῳ, ἀνθηρῷ, ἀπολύτῳ, ἀπηλλαγμένῳ πάσης πλοκῆς τε καὶ σχήματος. καὶ διαιρήσεις ἀντὶ κεφαλαίων τοῖς τρισὶ χρόνοις, ἐνεστῶτι, παρῳχηκότι καὶ μέλλοντι.
15tἨθοποιίας μελέτη· τίνας ἂν εἴποι λόγους
16tΝιόβη κειμένων τῶν παίδων.
17 Οἵαν ἀνθ’ οἵας ἀλλάσσομαι τύχην ἄπαις ἡ πρὶν εὔ‐ παις δοκοῦσα; καὶ περιέστη τὸ πλῆθος εἰς ἔνδειαν καὶ μήτηρ ἑνὸς οὐχ ὑπάρχω παιδὸς ἡ πολλῶν τοῦτο δόξασα
20πρότερον. ὡς ἔδει τὴν ἀρχὴν μὴ τεκεῖν ἢ τίκτειν εἰς35

10

.

36

δάκρυα. τῶν οὐ τεκόντων οἱ στερηθέντες εἰσὶν ἀτυχέ‐ στεροι· τὸ γὰρ εἰς πεῖραν ἧκον ἀνιαρὸν εἰς ἀφαίρεσιν. Ἀλλ’ οἴμοι, παραπλησίαν ἔχω τῷ τεκόντι τὴν τύχην. Ταντάλου προῆλθον, ὃς συνδιῃτᾶτο μὲν θεοῖς, θεῶν
5δὲ μετὰ τὴν συνουσίαν ἐξέπιπτε, καὶ καταστᾶσα Ταντά‐ λου βεβαιῶ τὸ γένος τοῖς ἀτυχήμασι· συνήφθην Λητοῖ καὶ διὰ ταύτην κακοπραγῶ καὶ τὴν ὁμιλίαν εἰς ἀφαίρε‐ σιν εἴληφα παίδων καὶ τελευτᾷ μοι πρὸς συμφορὰς συνουσία θεοῦ. πρὶν εἰς πεῖραν ἀφικέσθαι Λητοῦς ζη‐
10λωτοτέρα μήτηρ ὑπῆρχον, καταστᾶσα δὲ γνώριμος ἀπορῶ γονῆς, ἣν πρὸ τῆς πείρας εἶχον εἰς πλῆθος· καὶ νῦν ἑκατέρων παίδων κεῖταί μοι γόνος καὶ θρηνεῖν ἀπορώ‐ τερον, ὃ κατέστη σεμνότερον. Ποῖ τράπωμαι; τίνων ἀνθέξομαι; ποῖος ἀρκέσει μοι
15τάφος πρὸς ὄλων παίδων κειμένων ὄλεθρον; ἐπιλείπουσι πρὸς τὰς συμφορὰς αἱ τιμαί. Ἀλλὰ τί ταῦτα ὀδύρομαι, παρὸν αἰτῆσαι θεοὺς ἑτέραν ἀλλάξασθαι φύσιν; μίαν τῶν ἀτυχημάτων τεθέαμαι λύσιν, μεταστῆναι πρὸς τὰ μηδὲν αἰσθανόμενα· ἀλλὰ μᾶλλον δέδοικα, μὴ καὶ τοῦτο
20φανεῖσα μείνω δακρύουσα.
21t〈ΠΕΡΙ ΕΚΦΡΑΣΕΩΣ.〉
22Ἔκφρασίς ἐστι λόγος περιηγηματικὸς ὑπ’ ὄψιν ἄγων
ἐναργῶς τὸ δηλούμενον.36

10

.

37

Ἐκφραστέον δὲ πρόσωπά τε καὶ πράγματα, καιρούς τε καὶ τόπους, ἄλογα ζῷα καὶ πρὸς τούτοις φυτά· πρόσ‐ ωπα μὲν ὥσπερ Ὅμηρος «γυρὸς ἐν ὤμοισι, μελανόχροος, οὐλοκάρηνος»·
5πράγματα δὲ ὡς ναυμαχίας καὶ πεζομαχίας, ὥσπερ ὁ συγγραφεύς· καιροὺς δὲ ὡς ἔαρ καὶ θέρος, φράζων ὁπόσα παρ’ αὐτὰ προέρχεται τῶν ἀνθέων· τόπους δὲ ὡς αὐτὸς ὁ Θουκυδίδης τὸν λιμένα τῶν Θεσπρωτῶν εἶπε Χειμέριον, καθάπερ ἔχει σχήματος. Ἐκφράζοντας
10δὲ δεῖ πρόσωπα μὲν ἀπὸ τῶν πρώτων ἐπὶ τὰ τελευταῖα ἰέναι, τουτέστιν ἀπὸ κεφαλῆς ἐπὶ πόδας, πράγματα δὲ ἀπὸ τῶν πρὸ αὐτῶν τε καὶ ἐν αὐτοῖς καὶ ὅσα ἐκ τούτων ἐκβαίνειν φιλεῖ, καιροὺς δὲ καὶ τόπους ἐκ τῶν περιεχόν‐ των καὶ ἐν αὐτοῖς ὑπαρχόντων.
15 Τῶν δὲ ἐκφράσεων αἳ μέν εἰσιν ἁπλαῖ, αἳ δὲ συνε‐ ζευγμέναι· καὶ ἁπλαῖ μὲν ὡς αἱ πεζομαχίας ἢ ναυμαχίας διεξερχόμεναι, συνεζευγμέναι δὲ ὡς αἱ πράγματα καὶ καιροὺς ἅμα συνάπτουσαι, ὥσπερ ὁ Θουκυδίδης τὴν ἐν Σικελίᾳ νυκτομαχίαν ἐκφράζει· μετὰ γὰρ τῆς μάχης
20ὅπως ἐπράττετο καὶ νυκτὸς ὅπως εἶχεν ὡρίσατο.
Ἐκφράζοντας δὲ δεῖ τόν τε χαρακτῆρα ἀνειμένον ἐκ‐37

10

.

38

φέρειν καὶ διαφόροις ποικίλλειν τοῖς σχήμασι καὶ ὅλως ἀπομιμεῖσθαι τὰ ἐκφραζόμενα πράγματα.
3tἜκφρασις τοῦ ἱεροῦ τῆς Ἀλεξανδρείας μετὰ
4tτῆς ἀκροπόλεως.
5 Αἱ ἀκροπόλεις δὲ ἄρα ταῖς πόλεσιν εἰς κοινὴν μὲν ἑστᾶσιν ἀσφάλειαν—πόλεων γὰρ ἄκραι γεγόνασι—, τειχί‐ ζονται δὲ οὐ μᾶλλον αὐταὶ τοῖς οἰκήμασιν ἢ τὰς πόλεις τειχίζουσι. καὶ τὴν μὲν Ἀθηναίων ἀκρόπολιν μέσος Ἀθηνῶν παρείληφε χῶρος, ἄκραν δὲ ἣν Ἀλέξανδρος τῆς
10οἰκείας τίθεται πόλεως οἷς προσηγόρευσεν εἴργασται· πρὸς ἄκρον γὰρ ἔστησε πόλεως, καὶ γνησιώτερον αὐτὴν ἔστι προσειπεῖν τὴν ἀκρόπολιν ἢ ἐφ’ ᾗ φρονεῖν Ἀθη‐ ναῖοι παρέλαβον. ἔχει γὰρ ὧδέ πως, ὡς ὁ λόγος διέξεισιν. Ἄκρα τις ἐξανέχει τῆς γῆς, μέχρι μὲν πολλοῦ προϊοῦσα
15εἰς ὕψος, καλουμένη δὲ δι’ ἀμφοτέρων ἀκρόπολις, οἷς τε εἰς ἄκρον ἐπαίρεται καὶ οἷς ἐν ἄκρῳ τέτακται πόλεως. ὁδοὶ δὲ ἐπὶ ταύτην οὐκ ἴσαι· τῇ μὲν γὰρ ὁδός, τῇ δὲ γέγονεν εἴσοδος. καὶ τὰς προσηγορίας αἱ ὁδοὶ μετα‐ βάλλουσιν, ὡς ἔχουσι τρόπου καλούμεναι· τῇ μὲν γὰρ
20ὑπάρχει ποδὶ προσελθεῖν καὶ κοινὴ καὶ πρὸς ἅμαξαν
τοῖς εἰσιοῦσιν ὁδός, τῇ δὲ προσανεσπάσθησαν ἀναβαθμοί,38

10

.

39

ἔνθα διελθεῖν ἁμάξαις ἄβατον· κλῖμαξ γὰρ ἐπὶ κλίμακι δίδωσιν ἀεὶ τὸ μεῖζον ὡς ἐξ ἐλάττονος ἄγουσα καὶ ἀνάγει μετεωρότερον, πρὶν εἰς ἑκατὸν ἥκειν οὐ λήγουσα· πέρας γὰρ ἀριθμοῦ τελευτὴ πρὸς ἐντελὲς ἐκφέρουσα μέτρον.
5Προπύλαιον δὲ διαδέχεται κλίμακας μετρίαις κιγκλίσι περικλειόμενον. Καὶ τέτταρες μὲν ἀνέχουσι μέγισται κίονες, ὁδοὺς παντοδαπὰς ἐπὶ μίαν εἴσοδον ἄγουσαι. ταῖς δὲ δὴ κίοσιν ἐπανέχει τις οἶκος μετρίας πολλὰς προβαλλόμενος κίονας, αἳ χροιὰν μὲν οὐχὶ μίαν παρέ‐
10χουσι, προβαλλόμεναι δὲ τῇ κατασκευῇ παραπεπήγασι κόσμος. ὀροφὴ δὲ τῷ οἴκῳ προῆλθεν εἰς κύκλον, παρὰ δὲ τῷ κύκλῳ μέγα τῶν ὄντων ὑπόμνημα πέπηγεν. Εἰσιόντι δὲ παρ’ αὐτὴν τὴν ἀκρόπολιν τέτρασι πλευ‐ ραῖς εἷς χῶρος ἴσαις διῄρηται, καὶ τὸ σχῆμα πλαίσιον
15τυγχάνει τοῦ μηχανήματος, αὐλὴ δὲ κατὰ μέσον περί‐ στυλος. Καὶ τὴν μὲν αὐλὴν στοαὶ διαδέχονται, στοαὶ δὲ ἴσαις διαιρούμεναι κίοσι, καὶ μέτρον αὐταῖς, μεθ’ ὅ
τι πλέον οὐχ ὑπάρχει λαβεῖν. ἑκάστη δὲ στοὰ τελευτᾷ39

10

.

40

πρὸς ἐγκαρσίαν ἑτέραν, καὶ κίων διπλῆ πρὸς ἑκατέραν διαιρεῖται στοάν, τῆς μὲν αὖ λήγουσα, τῆς δὲ αὖ πάλιν κατάρχουσα. παρῳκοδόμηνται δὲ σηκοὶ τῶν στοῶν ἔν‐ δοθεν, οἳ μὲν ταμεῖα γεγενημένοι ταῖς βίβλοις, τοῖς φι‐
5λοπονοῦσιν ἀνεῳγμένοι φιλοσοφεῖν καὶ πόλιν ἅπασαν εἰς ἐξουσίαν τῆς σοφίας ἐπαίροντες, οἳ δὲ τοὺς πάλαι τιμᾶν ἱδρυμένοι θεούς. ὀροφὴ δὲ στοαῖς, ἣν χρυσὸς κατε‐ σκεύασε, καὶ κορυφαὶ κίοσι χαλκῷ μὲν δεδημιουργημέναι, χρυσῷ δὲ συγκρυπτόμεναι. Τῆς μὲν οὖν αὐλῆς οὐχ εἷς
10ἅπας ὁ κόσμος· ἄλλο μὲν γὰρ ἄλλως ἦν, τὸ δὲ τὰ Περ‐ σέως εἶχεν ἀθλήματα. Καὶ μέσον ἀνέχει τις κίων μῆκος μὲν ὑπερέχουσα, κατάδηλον δὲ ποιοῦσα τὸν χῶρον—οὔπω τις προβὰς ὅποι πρόεισιν ἔγνωκε, μὴ σημείῳ τῇ κίονι τῶν ὁδῶν χρώμενος—καὶ περιφανῆ ποιεῖ τὴν ἀκρόπολιν
15πρὸς γῆν τε καὶ θάλατταν· ἀρχαὶ δὲ τῶν ὄντων τῇ τῆς κίονος κορυφῇ περιεστήκασι. Καὶ πρὶν εἰς μέσην διελ‐ θεῖν τὴν αὐλήν, ἵδρυται κατασκεύασμα διῃρημένον πρὸς πύλας, ὅσαι τοῖς πάλαι θεοῖς ὀνομάζονται—δύο δὲ ὀβελοὶ
ἀνεστήκασι λίθινοι καὶ κρήνη τῆς τῶν Πεισιστρατιδῶν40

10

.

41

ἄμεινον ἔχουσα—, καὶ τὸ θαῦμα γέγονεν ἄπιστον τῶν κατασκευασάντων ἔχον τὸν ἀριθμόν· ὥσπερ γὰρ ἑνὸς οὐκ ἀρκοῦντος εἰς ποίησιν, δημιουργοὶ τῆς ὅλης ἀκροπόλεως ὤφθησαν ἐπὶ δέκα δύο προκείμενοι.
5 Κατιόντι δὲ τῆς ἀκροπόλεως τῇ μὲν ὁμαλὸς διαδέχεται χῶρος σταδίῳ προσεοικώς, ὃ καὶ τῷ χώρῳ γεγένηται κλῆσις, τῇ δὲ ἕτερος μὲν διῃρημένος πρὸς ὅμοια, οὐ πρὸς ἴσον δὲ φερόμενος μέτρον. Τὸ μὲν δὴ κάλλος κρεῖττον ἢ λέγειν· εἰ δέ τι παρεῖται,
10ἐν παρενθήκῃ γεγένηται θαύματος· οἷς γὰρ οὐκ ἦν εἰ‐ πεῖν, παραλέλειπται.
12tΠΕΡΙ ΘΕΣΕΩΣ.
13 Θέσις ἐστὶν ἐπίσκεψις λογικὴ θεωρουμένου τινὸς πράγματος.
15 Τῶν δὲ θέσεων αἳ μέν εἰσι πολιτικαί, αἳ δὲ θεωρη‐ τικαί· καὶ πολιτικαὶ μὲν αἱ πρᾶξιν ἔχουσαι πόλιν συν‐ έχουσαν, οἷον εἰ γαμητέον, εἰ πλευστέον, εἰ τειχιστέον· ταῦτα γὰρ πάντα πόλιν συνέχει γινόμενα· θεωρητικαὶ δὲ αἱ μόνῳ τῷ νῷ θεωρούμεναι, οἷον εἰ σφαιροειδὴς ὁ
20οὐρανός, εἰ κόσμοι πολλοί· ταῦτα γὰρ εἰς πεῖραν μὲν ἀνθρώποις οὐκ ἔρχεται, μόνῳ δὲ θεωρεῖται τῷ νῷ. Διενήνοχε δὲ θέσις ὑποθέσεως τῷ τὴν μὲν ὑπόθεσιν ἔχειν περίστασιν, τὴν δὲ θέσιν ἀπερίστατον εἶναι— περίστασις δέ ἐστι πρόσωπον, πρᾶγμα, αἰτία καὶ τὰ
25λοιπά—, οἷον τὸ μὲν ‘εἰ τειχιστέον‘ θέσις, ἐπίσκεψις41

10

.

42

οὐκ ἔχουσα πρόσωπον, τὸ δὲ ‘ἐπιόντων Περσῶν Λακε‐ δαιμόνιοι βουλεύονται τειχίσαι τὴν Σπάρτην‘ ὑπόθεσις· πρόσωπον γὰρ ἔχει Λακεδαιμονίους σκοποῦντας, πρᾶγμα δὲ τὸ τειχίσαι τὴν Σπάρτην, αἰτίαν δὲ ἐπιόντας τοὺς
5Πέρσας. Πρῶτον δὲ ἡ θέσις ἐν προγυμνάσμασιν ἀντίθεσιν καὶ λύσιν κατὰ ζήτημα δέχεται. Διαιρεῖται τοίνυν ἡ θέσις πρῶτον μὲν τῇ καλουμένῃ ἐφόδῳ, ἣν ἀντὶ προοιμίων ἐρεῖς· εἶτα χρήσῃ τοῖς τελι‐
10κοῖς κεφαλαίοις, νομίμῳ, δικαίῳ, συμφέροντι, δυνατῷ.
11tΘέσις· εἰ γαμητέον.
12 Ὁ τὸ πᾶν ἐν βραχεῖ τιμῆσαι ζητῶν ἐπαινείτω τὸν γάμον· προῆλθε μὲν γὰρ οὐρανοῦ, μᾶλλον δὲ οὐρανὸν πληροῖ τῶν θεῶν καὶ κατέστη πατὴρ τῶν ὅθεν τὸ πα‐
15τρὸς ὄνομα δέδοται. καὶ θεοὺς ἐνεγκὼν φυλάττειν αὐ‐ τοὺς ἀφῆκε τὴν φύσιν. Εἶτα εἰς γῆν παρελθὼν ἅπασι τοῖς λοιποῖς ἐπιφέρει τὴν γένεσιν καὶ παρενεγκών, ἃ μένειν οὐκ οἶδε, τὸ μένειν αὐτὰ ταῖς διαδοχαῖς ἐσοφί‐ σατο. Καὶ πρῶτον μὲν ἀνθρώπους εἰς ἀνδρείαν ἐπαίρει·
20δι’ ὧν γὰρ παῖδας καὶ γυναῖκας ἄγειν οἶδεν ὁ γάμος, ὑπὲρ ὧν πράττεται πόλεμος, ἐρρῶσθαι δίδωσι ταῖς αὐ‐ τοῦ δωρεαῖς. εἶτα δικαίους σὺν ἀνδρείοις ποιεῖ· δι’ ὧν γὰρ φιλοτιμεῖται τὰ γένη, περὶ ὧν ἄνθρωποι δίκαια
πράττουσι δείσαντες, ὁ γάμος δικαίους ἅμα καὶ ἀνδρείους42

10

.

43

ἀποτελεῖ· καὶ μὴν καὶ σοφούς, οἷς προνοεῖσθαι τῶν φιλ‐ τάτων ἐπαίρει. καὶ τὸ παράδοξον, σωφροσύνην οἶδε κομίζειν ὁ γάμος κἀν τῇ φιλοτιμίᾳ τῶν ἡδονῶν τὸ σω‐ φρονεῖν ἀναμέμικται· δι’ ὧν γὰρ νόμον ταῖς ἡδοναῖς
5ἐπιτίθησι, νόμῳ παρέχει σωφροσύνη τὰς ἡδονάς, καὶ τὸ κατηγορηθὲν αὐτὸ καθ’ αὑτὸ σὺν τῷ γάμῳ θαυμάζεται. Εἰ τοίνυν ὁ γάμος ἄγει μὲν τοὺς θεοὺς καὶ μετ’ αὐτοὺς τῶν γενῶν τὰ καθ’ ἕκαστον, ἀνδρείους δὲ ἅμα καὶ δι‐ καίους ἀποτελεῖ καὶ σοφοὺς παρασκευάζει καὶ σώφρονας,
10πῶς οὐκ εἰς ὅσον οἷόν τε τιμητέον τὸν γάμον; ‘Ναί‘, φησίν· ‘ἀλλ’ ὁ γάμος συμφορῶν αἴτιος.‘ Τύχης μοι δοκεῖς, οὐ τοῦ γάμου κατηγορεῖν. ἃ μὲν γὰρ κακοπραγοῦντες ἄνθρωποι πάσχουσι, τύχη παρέσχεν, οὐ γάμος· ἃ δὲ φιλοτιμεῖται τοῖς ἀνθρώποις ὁ γάμος,
15οὐκέτι ταῦτα κέρδος ἐκ τύχης. ὥστε θαυμάσαι μᾶλλον ἔστι τὸν γάμον ὧν ἔχει καλῶν ἢ κατηγορῆσαι δεινῶν, ὧν παρέσχεν ἡ τύχη. Εἰ δὲ δὴ καὶ τὰ μάλιστα γάμῳ δοίημεν τὰ τῶν ἀνθρώπων φαυλότατα, τί μᾶλλόν ἐστιν ἀποστατέον τοῦ γάμου; οὐχ, ὅσα ἂν τοῖς πράγμασι προσῇ
20δυσχερῆ, ταῦτα καὶ φυγὴν τῶν πραγμάτων ἐργάζεται. καί μοι τὰς καθ’ ἕκαστον ἐξέταζε τέχνας, αἷς πρόσεστιν,
ὅ τι δήπου καταιτιᾷ. τοὺς γεωργοῦντας ἐνοχλοῦσι σκη‐43

10

.

44

πτοὶ καὶ τῆς χαλάζης ἐμβολαὶ διαφθείρουσιν· οὐ μὴν οἷς γεωργοῖς τὴν γῆν διαφθείρει σκηπτός, τὴν γῆν ἀπο‐ φεύγουσιν, ἀλλὰ γεωργοῦντες ἐμμένουσι, κἂν ἐξ οὐρανοῦ τι λυπῇ προσιόν. αὖθις ἀτυχοῦσιν ἄνθρωποι πλέοντες
5καὶ τὰς ναῦς διαφθείρουσιν ἐπιόντες χειμῶνες· οὐ μὴν ἐνθένδε τὸ πλεῖν καταλύουσιν, οἷς ἐν μέρει πεπόνθασιν, ἀλλ’ ἀνάγουσι μὲν εἰς τὴν τύχην τὸ δυσχερές, ἀναμέ‐ νουσι δὲ τὸν ἀπὸ θαλάσσης γινόμενον πόρον. καὶ μὴν αἵ τε μάχαι καὶ πόλεμοι τὰ τῶν ἀγωνιστῶν διαφθείρουσι
10σώματα καὶ οὐχ, ὅτι πεσοῦνται μαχόμενοι, τὰς μάχας ἐκλείπουσιν, ἀλλ’ ὅτι πολεμοῦντες θαυμάζονται, καὶ πεσεῖν ἠγαπήκασι καὶ τὸ προσὸν ἀτυχὲς ἐκ τοῦ συνόντος ἀγαθοῦ συναπέκρυψαν. οὐ γὰρ διὰ τὰ φαῦλα φευκτέον ὅσα τῶν ἀγαθῶν, ἀλλ’ ἕνεκα τῶν καλῶν ὑποιστέον τὰ
15χείριστα. Οὐκοῦν ἄλογον γεωργοὺς μὲν καὶ πλέοντας καὶ πρὸς τούτοις ὅσοι στρατεύονται φέρειν τὰ πρὸς αὐ‐ τοὺς δυσχερῆ τῶν ἐπαινουμένων χάριν τῶν σὺν αὐτοῖς, ἡμῖν δὲ γάμον ἀτιμαστέον, διότι γάμος ἄγει τι λυποῦν. ‘Ναί‘, φησίν· ‘ἀλλὰ χηρείαν μὲν γυναιξίν, ὀρφανίαν
20δὲ παισὶν ἐπεισήνεγκε.‘ Ταῦτα θανάτου δεινὰ καὶ τὸ πάθος οἶδεν ἡ φύσις· σὺ δέ μοι δοκεῖς αἰτιᾶσθαι τὸν γάμον, ὅτι μὴ καὶ θεοὺς τοὺς ἀνθρώπους ἐργάζεται, καὶ τοῦ γάμου κατηγορεῖν,
ὅτι μὴ θεοῖς τὰ θνητὰ συνηρίθμησε. τί γάρ, εἰπέ μοι,44

10

.

45

γάμου κατηγορεῖς, ἃ πραγματεύεται θάνατος; τί δὲ ὑμε‐ ναίων ἐρεῖς, ὅσα φύσις ἐπίσταται; συγχώρει πεσεῖν τὸν ὅπως πεσεῖται γενόμενον. εἰ δὲ πίπτουσι μὲν ὅτι γεγό‐ νασιν ἄνθρωποι, πεσὼν δὲ χηρεύει μὲν σύνοικον, ὀρ‐
5φανὸν δὲ παρασκευάζει τὸν ἐξ αὐτοῦ, τί γάμον ἐρεῖς ἀπεργάζεσθαι τὰ παρὰ μόνης γεγονότα τῆς φύσεως; Ἐγὼ δὲ αὖ τοὐναντίον γάμον ἐπανορθοῦσθαι καὶ ὀρφανίαν καὶ χηρείαν ἡγοῦμαι. τέθνηκέ τῳ πατὴρ καὶ ταύτῃ παῖς ὀρφανός· ἀλλ’ ἕτερον ἐπεισήνεγκε πατέρα τοῖς ὀρφανοῖς
10ὁ γάμος καὶ τὸ πάθος γάμου μὲν οὐ προέρχεται, γάμῳ δὲ συγκαλύπτεται, καὶ γίνεται γάμος ὀρφανίας ἀφανισμός, οὐχ ὑπόθεσις. εἶτα χηρείαν ἐκ τελευτῆς μὲν ἦγεν ἡ φύ‐ σις, ἐξ ὑμεναίων δὲ μετέθηκε γάμος· ἣν γὰρ χηρεύειν εἰργάσατο θάνατος, ἀνδρὶ συνοικεῖν παρέσχεν ὁ γάμος,
15ὥσπερ καταστὰς φύλαξ τῆς αὑτοῦ χάριτος· ἃ γὰρ ἐξ ἀρχῆς εἰσηνέγκατο, παρῃρημένα πάλιν ἐπέδωκεν· ὥστε χηρείαν ἀναιρεῖν, οὐκ ἐπάγειν οἶδεν ὁ γάμος. καὶ μὴν καὶ πατὴρ θανάτῳ μὲν ἀφαιρεῖται παῖδας, γάμῳ δὲ μετέσχεν ἑτέρων, καὶ πατὴρ γίνεται δεύτερον ὁ προσάπαξ
20εἶναι μὴ συγχωρούμενος. Τί οὖν; τὰ τοῦ γάμου καλὰ πρὸς αἰτίαν μεταφέρεις τοῦ γάμου, καί μοι δοκεῖς οὐκ ἐλέγξαι ζητεῖν ἀλλ’ ἐπαινεῖν τὸν ὑμέναιον· οἷς γὰρ ἐξ‐ αριθμεῖν καταναγκάζεις τῶν ὑμεναίων τὰς χάριτας, τού‐
τοις ἐπαινέτης, οὐ κατήγορος τοῦ γάμου γεγένησαι· πρὸς45

10

.

46

ταῦτα καὶ κατηγορῶν τοῦ γάμου θαυμάζειν ἡμᾶς ἀναγκά‐ ζεις καὶ ποιεῖς εὐεργετημάτων κατάλογον τὰ τοῦ γάμου κατηγορήματα. ‘Ναί‘, φησίν· ‘ἀλλὰ ὁ γάμος ἐπίπονον‘.
5 Καὶ τί πόνον ἐπίσταται λύειν ἢ γάμος; ὁπόσα πονεῖ, δι’ ὑμεναίων ἀνῄρηται καὶ ῥᾳστώνη παντάπασιν εἰς ὁμι‐ λίαν γυναικὶ συνελθεῖν· ἡλίκον εἰς εὐνὴν ἀνὴρ γυναικὶ συνιών; μεθ’ ὅσης δὲ ῥᾳστώνης ἐλπίζεται παῖς καὶ προσδο‐ κώμενος φαίνεται καὶ πατέρα φανεὶς προσερεῖ καὶ πρὸς
10μελέτην ἔρχεται τέχνης, καὶ πατρὶ συνεργῶν καὶ παρὰ τὰς ἐκκλησίας δημηγορῶν καὶ πατέρα γηροτροφῶν καὶ ὅλως ἅπαν ὅ τι δέοι γινόμενος; οὐκ ἔστι λόγῳ διεξελ‐ θεῖν, ἃ φέρειν οἶδεν ὁ γάμος. Μέγα ὁ γάμος, καὶ παράγων θεοὺς καὶ παρέχων θνητοῖς θεοὺς εἶναι δοκεῖν,
15οἷς μένειν σοφίζεται· καὶ παιδεύει μὲν τοὺς χρωμένους τὰ δίκαια, πρὸς δὲ τὸ σῶφρον παροξύνει σκοπεῖν καὶ φιλοτιμεῖται τὰς ἡδονάς, ὅσαι μὴ φανεῖσαι κακίζονται. διὸ τὸν γάμον περὶ πλείστου ἐν πᾶσι ποιητέον καθέστηκεν.
19t〈ΠΕΡΙ ΕΙΣΦΟΡΑΣ ΤΟΥ ΝΟΜΟΥ.〉
20Καὶ τὴν εἰσφορὰν τοῦ νόμου τινὲς εἶναι δεδώκασι
γύμνασμα. ἔστι μὲν γὰρ σχεδὸν ὅλη ὑπόθεσις, οὐ μὴν46

10

.

47

ἅπαντα σῴζει τὰ τῆς ὑποθέσεως· εἰσάγεται μὲν γὰρ ἐν αὐτῇ πρόσωπον, οὐ μὴν ἐφ’ ἅπασι γνώριμον· ὅθεν θέσεως μέν ἐστι μᾶλλον, ἧττον δὲ ὑποθέσεως. οἷς μὲν γὰρ ὅλως σχήματος δέχεται πρόσωπον, ὑπερβαίνει τὴν
5θέσιν, δι’ ὧν δὲ σαφῆ μὴ σῴζει τὴν περίστασιν, ὑποθέ‐ σεως λείπεται. Νόμου τοίνυν ἐστὶν εἰσφορὰ διπλῆ γυμ‐ νασία, συνηγορία καὶ κατηγορία νόμου τεθέντος. ἔστε δὲ νόμος «εὕρημα μὲν καὶ δῶρον θεῶν, κοινὴ δὲ συν‐ θήκη πόλεως, ἐπανόρθωσις δὲ πλημμελημάτων τῶν εἰς
10ἀμφότερα». Καὶ ἡ μὲν διαίρεσις αὕτη τῆς εἰσφορᾶς τοῦ νόμου· ἐργάσῃ δὲ αὐτὴν κεφαλαίοις, οἷς καὶ τὴν πραγματικήν, νομίμῳ, δικαίῳ, συμφέροντι, δυνατῷ. προοίμια δὲ θή‐ σεις καὶ μετὰ τὰ προοίμια τὸ κεκλημένον ἐναντίον, εἶτα
15χρήσῃ τοῖς προειρημένοις κεφαλαίοις· ὅθεν καὶ ταύτῃ διήνεγκε θέσεως.
17tΚατηγορία νόμου τοῦ κελεύοντος ἐπ’ αὐτοφώρῳ
18tτὸν μοιχὸν κτείνεσθαι.
19Οὔτε εἰς ἅπαν ἐπαινέσω τὸν νόμον οὔτε ἐπὶ παντὶ
20τὸ γραφὲν αἰτιάσομαι· οἷς μὲν γὰρ ἀναιρεῖ τὰ μοιχῶν, ἐπαινῶ τὸ τιθέμενον, δι’ ὧν δὲ δικαστῶν οὐκ ἀνέμεινε ψῆφον, αἰτιῶμαι τὴν αἵρεσιν. εἰ μὲν οὖν δωροδοκίαν
τῶν δικαζόντων κατεγνωκὼς ἀνῄρει τὰ δικαστήρια, φαύ‐47

10

.

48

λην ἐλέγχεται περὶ τοὺς δικαστὰς κεκτημένος τὴν γνώ‐ μην· εἰ δὲ δίκαια κρίνειν, ὥσπερ καὶ δίκαια κρίνετε, ποῦ δίκαιον ἐπαινεῖν μὲν δικαστάς, ἐξαιρεῖσθαι δὲ τῶν δικαζόντων τὸν νόμον; οἱ μὲν οὖν ἄλλοι πάντες, ὅσοι
5τοῖς κειμένοις διαμάχονται νόμοις, οἳ μὲν ἐναντιοῦνται ταῖσδε ταῖς πόλεσιν, οἳ δὲ ὁμολογοῦσιν ἑτέραις, μόνος δὲ ὁ παρὼν πᾶσιν ἐναντίος προελήλυθε νόμοις. Δοκεῖτε δέ μοι πολὺ κάλλιον ἐξετάσαι τὸν νόμον, εἰ πάντα τὰ παρ’ ὑμῖν πολιτευόμενα κρίνητε, τοὺς στρατηγούς, τὰς
10ἱερωσύνας, τὰ ψηφίσματα· πάντα ὀλίγου δέω λέγειν, ὅσα 〈παρὰ τὴν εἰρήνην ἢ〉 παρὰ τὸν πόλεμον ἄριστα πράττεται, ἅπαντα δικαστῶν οἶδεν ἐξέτασιν, καὶ στρα‐ τηγεῖ μὲν ὃν ὁ κρίνων ἐξήτασεν, ἱερᾶται δὲ ὃν ὁ δικα‐ στὴς ἐβεβαίωσε, καὶ ψήφισμα κύριον τὸ παρ’ ἑτέροις
15ἀνακρινόμενον, καὶ νῖκαι πολέμων γερῶν οὐ μετέχουσι μὴ κρινόμεναι πρότερον. πῶς οὖν οὐκ ἄλογον ἅπαντα μὲν ἀναμένειν τοὺς ἐξετάζοντας, μόνον δὲ τὸν παρόντα νόμον τὴν τῶν δικαζόντων ἀναδύεσθαι ψῆφον; ‘Ναί‘, φησίν· ‘ἀλλὰ μεγάλα τὰ μοιχῶν ἀδικήματα.‘
20Τί δαί; τὰ τῶν ἀνδροφόνων οὐ μείζω; τοὺς δὲ προ‐
δότας ἐλάττους νομιοῦμεν ἑτέρων; ἱερόσυλοι δὲ τῶν48

10

.

49

προδιδόντων φαυλότεροι; ἀλλ’ ὅμως ὁ τούτων ἁλοὺς ἀναμένει τοὺς κρίνοντας, καὶ οὔτε προδότης ὑπέσχε τὴν δίκην μὴ τοῦ δικαστοῦ ψῆφον ἐπάγοντος, οὔτε ἀνδρο‐ φόνῳ πεσεῖν ὑπῆρχε μὴ τοῦ κατηγόρου τὸ πάθος ἐλέγ‐
5χοντος, οὔτε τοῖς ὑφαιρουμένοις τὰ τῶν κρειττόνων παθεῖν, πρὶν ταῦτα μαθεῖν παρέστη τοῖς κρίνουσιν. οὐκοῦν ἄτοπον τὰ μὲν μείζω δίκην ὑπέχειν παρὰ τοῖς κρίνουσι καὶ μὴ δοκεῖν τι τούτων ὡς ἕκαστον, ἂν μὴ δικαστὴς ἐπενέγκῃ τὴν ψῆφον, μοιχὸν δὲ μόνον πεσεῖν
10ἀνεξέταστον, ὃν πρὸ τῶν ἄλλων ἔδει κρίνειν ὅσῳ τῶν ἄλλων καταδεέστερον. ‘Καὶ τί διοίσει μοιχὸν ἀνελεῖν ἢ παραδοῦναι τοῖς δι‐ κασταῖς, εἰ τὸν ἴσον ἐξ ἀμφοῖν ὑποστήσεται θάνατον;‘ Ὅσον τυράννου καὶ νόμου τὸ μέσον καὶ δημοκρατίας
15πρὸς τὰς μοναρχίας ὅσον διάφορον. τυράννου μὲν γὰρ ἀνελεῖν, ὃν ἂν βούλοιτο, νόμου δὲ κτεῖναι δικαίως τὸν ἐλεγχόμενον. καὶ δῆμος μέν, ὅσα ἂν ἐκκλησιάζων σκοπῇ, πρὸς ἐξέτασιν τίθησι, μοναρχία δὲ κολάζει μέν, οὐ συνεξε‐ τάζει δέ, ἃ συναμφότερα δῆμος καὶ νόμος ἐξ ἐναντιω‐
20μάτων ἅπαντα πέπραχε πρὸς τὸν μόνον ἄρχειν καὶ τυ‐49

10

.

50

ραννεῖν προελόμενον. πῶς οὖν οὐ διοίσει τὸν μοιχὸν ἀνελεῖν ἢ παραδοῦναι τοῖς κρίνουσι; Καὶ ἔτι πρὸς τού‐ τοις ὁ μὲν ἑαυτῷ τὸν μοιχὸν ἀνελὼν ἑαυτὸν κύριον τοῦ δεδρακότος ἐργάζεται, ὁ δὲ δικαστῇ παραδοὺς κύριον
5ποιεῖ τοῦ δεδρακότος τὸ δικαστήριον· κρεῖττον δὲ δήπου τὸν δικάζοντα κύριον ἢ τὸν κατήγορον γίνεσθαι. καὶ μὴν ὁ μὲν ἑαυτῷ διαφθείρας μοιχὸν ἄλλου χάριν ἀνελεῖν ὑποπτεύεται, ὁ δὲ κρῖναι παρεσχηκὼς μόνων ἔδοξε τῶν δικαίων ἀντιλαμβάνεσθαι.
10 ‘Ναί‘, φησίν· ‘ἀλλὰ χαλεπωτέραν ὑφέξει τιμωρίαν παραχρῆμα πεσών· κέρδος γὰρ ἕξει τὸν μέχρι κρίσεως χρόνον.‘ Τοὐναντίον ἕξει κρινόμενος· ἀνιαρότερον γὰρ τὸν μετὰ ταῦτα βίον ὑποίσει· τὸ γὰρ παθεῖν προσδοκᾶν τοῦ
15πεπονθέναι δεινότερον καὶ τιμωρίας ἀναβολὴ προσθήκη φανεῖται ζημίας. πεσεῖται πολλάκις ὁ πεσεῖσθαι δοκῶν καὶ τὴν ἐλπίδα τῆς πείρας ἕξει δεινοτέραν· ὥστε παρα‐ χρῆμα πεσὼν ὁ μοιχὸς οὐκ αἰσθάνεται. κλέπτει τὴν αἴσθησιν τῆς τιμωρίας τὸ τάχος· ἀνάλγητος θάνατος ὁ
20πρὶν δόξαι συμβάς, ὁ δὲ πολλάκις μὲν ἐλπισθείς, εἰσάπαξ δὲ γεγονὼς ταῖς ἐλπίσι τὰς τιμωρίας μετρεῖ. Σκόπει δέ, καίτοι παρ’ ἄλληλα θείς. ὁ μὲν ἑαυτῷ διαφθείρας μοιχὸν οὐδένα μάρτυρα τῆς τιμωρίας ποιεῖται, ὁ δὲ δικασταῖς παραδοὺς πολλοὺς θεατὰς ποιεῖται τῆς δίκης· λυπηρό‐
25τερος δὲ τιμωρίας τρόπος ὑπὸ θεαταῖς πολλοῖς καθιστά‐
μενος. Καὶ ἄλλως συνοίσει μοιχοῖς κρύβδην πεσοῦσιν·50

10

.

51

ὑποψίαν γὰρ τοῖς πολλοῖς καταλείψουσιν ἔχθρας ἕνεκα πίπτοντες, ἐξελεγχομένου δὲ τοῦ πάθους ἐν τοῖς δικα‐ σταῖς ἀναμφισβήτητον ὁ πεσὼν ὑφέξει τὴν δίκην. ὥστε πρὸς αὐτοῦ τοῦ μοιχοῦ πεσεῖν ἀδήλως ἢ δικασταῖς
5παραδίδοσθαι. Δεινὸν ὁ μοιχὸς καὶ πᾶσαν παρῆλθεν ἀδικημάτων ὑπερβολήν· ὅθεν ἐξελεγχέσθω πρότερον, εἶτα πιπτέτω, καὶ κρινέσθω μᾶλλον ἢ δίκην ὑπεχέτω πρὸ κρίσεως. ὡς μοιχὸς ἀναιρούμενος σαφεστέραν δώσει τὴν τῶν παίδων
10γονήν· οὐ γὰρ ἀμφισβητήσει τις, ὅτου γέγονε παῖς, ἐκλελοιπότων μοιχῶν τὸ λοιπόν. κοινῆς ἀδίκημα φύ‐ σεως, ὅθεν καὶ κοινὴ ψῆφος ἀναιρείτω γενόμενον· ὡς ἐγὼ δέδια, μὴ λαθὼν μοιχός, οἷς διαφθείρεται, πολλοὺς ἑτέρους καταλίπῃ τοιούτους· οἷς γὰρ οὐκ ἴσασιν, ἐφ’
15οἷς διαφθείρεται, ζηλώσουσιν ἕτεροι, καὶ τὸ κεκολάσθαι
οὐ πέρας ἀλλ’ ἀρχὴ γενήσεται πάθους.51